Τρίτη 7 Ιουνίου 2022

Η ΑΓΙΑ ΜΑΡΤΥΣ ΠΟΤΑΜΙΑΙΝΗ

7 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. κα΄ 26-32

   26 Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. 27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπ᾿ αὐτὸν 28 κράζοντες· ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον· 29 ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ· 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους κατέδραμεν ἐπ᾿ αὐτούς. οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. ις΄ 2-12

   2 Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. 3 καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. 4 ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα, μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ᾿ ὑμῶν ἤμην. 5 νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με ποῦ ὑπάγεις! 6 ἀλλ᾿ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7 ἀλλ᾿ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς· 8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως. 9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα μου ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· 11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. 12 Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾿ οὐ δύνασθε βαστάζειν ἄρτι.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΑΓΙΑ ΜΑΡΤΥΣ ΠΟΤΑΜΙΑΙΝΗ

   Στίς 7 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τῆς ἁγίας μάρτυρος Ποταμιαίνης. Ἡ ἁγία Ποταμιαίνη ἔζησε κατὰ τοὺς χρόνους τοῦ βασιλέα Μαξιμιανοῦ στὴν πόλη τῆς Ἀλεξάνδρειας καὶ ἦταν δούλη ἑνὸς ἀκόλαστου καὶ βρώμικου ἀνθρώπου. Ἡ ἁγία Ποταμιαίνη ἦταν πολὺ ὡραία στὴν ψυχὴ, ἀλλὰ καὶ στὸ πρόσωπο καὶ γιὰ τὸν λόγο αὐτὸ πολλὲς φορὲς ὁ ἀφέντης της προσπάθησε νὰ τὴν πειράξη. Ἐπειδὴ ὅμως δὲν τὸ κατάφερνε θύμωσε καὶ τὴν παρέδωσε στὸν ἄρχοντα τῆς Ἀλεξάνδρειας, γιὰ νὰ τὴν μεταπείση. Μάλιστα τοῦ ὑποσχέθηκε ὅτι σὲ περίπτωση πού θὰ ἐνέδιδε θὰ ἦταν πλούσια ἡ ἀμοιβή του. Διαφορετικὰ τὸν διέταξε νά τὴν παιδεύσει μὲ σκληρὲς τιμωρίες σὰν χριστιανὴ, νὰ τὴν θανατώση. Ἔ τσι ὁ ἄρχοντας, ἀφοῦ τὴν βασάνισε μὲ διαφόρους τρόπους, ἀπεφάσισε νὰ τὴν θανατώση βάζοντας τὴν ἁγία μέσα σὲ ἕνα λέβητα μὲ βρασμένη πίσσα. Ἡ ἁγία ὄχι μόνο δὲν δειλίασε, ἀλλὰ ἔπεισε τὸν ἄρχοντα νὰ τὴν βάλη σιγὰ σιγὰ, κατεβάζοντάς την μὲ ἕνα μαγγάνι μέσα στὸν λέβητα, ὥστε νὰ φανερωθῆ ἡ δύναμη ποὺ χαρίζει ὁ Κύριος στοὺς ἀνθρώπους Του μέσῳ τῆς ὑπομονῆς. Ἔτσι ἡ ἁγία Ποταμιαίνη προσευχόμενη πρὸς τὸν Κύριο ἐπὶ τρεῖς ὧρες κατέβαινε πρὸς τὸν λέβητα μέχρι ποὺ ἡ καιομένη πίσσα σκέπασε καὶ τὴν κεφαλή της καὶ παρέλαβε τὸ ἀμάραντο στέφανο τοῦ μαρτυρίου. Οἱ παρεστῶτες θαύμαζαν τὴν δύναμη τοῦ Χριστοῦ καὶ τὴν ὑπομονὴ τῆς ἁγίας Ποταμιαίνης.