Πέμπτη 30 Ιουνίου 2022

ΟΙ ΑΓΙΟΙ ΑΝΑΡΓΥΡΟΙ ΚΟΣΜΑΣ ΚΑΙ ΔΑΜΙΑΝΟΣ

1 Ἰουλίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. ιβ΄ 27 – ιγ΄ 8

    27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. 28 Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; 30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι; 31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. καὶ ἔτι καθ᾿ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

    1 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. 2 καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. 3 καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. 4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, 5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· 7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. 8 ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ι΄ 1, 5-8

    1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
    5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· 6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 8 ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΑΝΑΡΓΥΡΟΙ ΚΟΣΜΑΣ ΚΑΙ ΔΑΜΙΑΝΟΣ

    Tήν 1η Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων καί θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καί Δαμιανοῦ. Οἱ ἅγιοι Κοσμᾶς καί Δαμιανός ἦσαν ἀδελφοί κατά σάρκα, χριστιανοί. Ἔζησαν ὅταν ρωμαῖοι αὐτοκράτορες ἦταν οἱ ἀδελφοί Καρῖνος καί Νουμέριος καί κατάγονταν ἀπό τήν Ρώμη. Ἐξασκοῦσαν τήν ἰατρική τέχνη θεραπεύοντας τόσο τούς ἀνθρώπους ὅσο καί τά ζῶα καί εἶχαν ὡς συνήθεια ἀντί γιά χρήματα νά ζητοῦν ἀπό τούς θεραπευμένους νά πιστεύσουν στόν Χριστό. Γιά τόν λόγο αὐτό κατηγορήθηκαν στόν αὐτοκράτορα Καρῖνο ὅτι θεραπεύουν τούς ἀσθενεῖς κάνοντας χρήση τήν μαγική τέχνη. Ἔτσι παραδόθηκαν αὐτόκλητοι στόν αὐτοκράτορα καί ἐπειδή δέν πείσθηκαν νά ἀρνηθοῦν τόν Χριστό, ὁ Καρῖνος τούς ἀπείλησε ὅτι θά τούς ὑποβάλη σέ φρικτά βασανιστήρια. Κατά θεία παρέμβαση ὅμως τό κεφάλι τοῦ αὐτοκράτορα βγῆκε ἀπό τήν θέση του, οἱ ἅγιοι ὅμως τόν ἰάτρευσαν καί βλέποντας ὁ αὐτοκράτορας τό θαῦμα πίστευσε στόν Χριστό μαζί μέ τούς οἰκιακούς του. Ἐπειδή ὅμως ὁ δάσκαλος πού τούς ἔμαθε τήν ἰατρική τέχνη τούς φθόνησε γιά τήν δόξα πού εἶχαν ἀποκτήσει, τούς ὁδήγησε σέ ἕνα ἐρημικό τόπο δῆθεν ὅτι θά συνέλεγαν ἰατρευτικά βότανα καί ἐκεῖ τούς σκότωσε. Καί ἔτσι οἱ ἀοίδιμοι Κοσμᾶς καί Δαμιανός ἔγιναν οἰκήτορες τῆς Οὐράνιας Βασιλείας.

Ἀπολυτίκιον

Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

Μεγαλυνάριον

Ἴασιν σωμάτων ῥῶσιν ψυχῶν, Κοσμᾶ θεοφόρε, σὺν τῷ θείῳ Δαμιανῷ, νείματε ὑψόθεν, ἀῧλῳ χειρουργίᾳ, τοῖς κατατρυχομένοις ποικίλοις πάθεσι.