ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. ι΄ 21-33
21 Kαταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾿ ἣν πάρεστε; 22 οἱ δὲ εἶπον· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. 23 εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ τῆς Ἰόππης συνῆλθον αὐτῷ, 24 καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. 25 Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.
26 ὁ δὲ Πέτρος αὐτὸν ἤγειρε λέγων· ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι. 27 καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, 28 ἔφη τε πρὸς αὐτούς· ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· 29 διὸ καὶ ἀναντιῤῥήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με; 30 καὶ ὁ Κορνήλιος ἔφη· ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ, 31 καί φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ. 32 πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι. 33 ἐξαυτῆς οὖν ἔπεμψα πρός σε, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ζ΄ 1-13
1 Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. 2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. 3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς· 4 οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. 5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. 6 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. 7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. 8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται. 9 ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. 10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ᾿ ὡς ἐν κρυπτῷ. 11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· ποῦ ἐστιν ἐκεῖνος; 12 καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις. οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον, οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. 13 οὐδεὶς μέντοι παῤῥησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΙ ΑΝΔΡΟΝΙΚΟΣ ΚΑΙ ΙΟΥΝΙΑ
Στίς 17 Μαΐου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τῶν ἁγίων ἀποστόλων Ἀνδρονίκου καί Ἰουνίας. Οἱ ἅγιοι ἀπόστολοι Ἀνδρόνικος καί Ἰουνία συναριθμοῦνται μεταξύ τῶν ἑβδομήκοντα ἀποστόλων τοῦ Κυρίου, ὑπῆρξαν συνεργάτες τοῦ ἀποστόλου Παύλου καί μάλιστα ἀναφέρονται στήν Πρός Ρωμαίους ἐπιστολή, ὅπου ὁ Παῦλος γράφει «ἀσπάσασθε Ἀνδρόνικον καί Ἰουνίαν τούς συγγενεῖς μου καί συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἵ καί πρό ἐμοῦ γεγόνασιν ἐν Χριστῷ». Ὁ ἅγιος ἀπόστολος Ἀνδρόνικος, ἔχοντας βοηθό τήν ἁγία Ἰουνία, ἡ ὁποία εἶχε νεκρωθῆ γιά τίς ἡδονές τοῦ κόσμου καί ζοῦσε μόνο γιά τόν Χριστό, κήρυξαν μαζί τό Εὐαγγέλιο σέ πολλά μέρη τοῦ κόσμου, ὅπου μεγάλο ἀριθμό ἀνθρώπων προσέλκυσαν στήν πίστη ἀπό τήν πλάνη τῆς εἰδωλολατρίας, πολλούς ναούς τῶν εἰδώλων κατέστρεψαν, ἐκκλησίες δέ τοῦ Χριστοῦ ἔκτισαν καί πολλούς ἀνθρώπους ἐλευθέρωσαν ἀπό ἀκάθαρτα πνεύματα καί ἀπό ἀρρώστιες ἀνίατες τούς ἰάτρευσαν. Ἔτσι λοιπόν, ἀφοῦ εὐαρέστησαν μέ τήν ζωήν τους τόν Κύριο κοιμήθηκαν ἐν εἰρήνῃ καί μετατέθηκαν στήν ἄνω Ἰερουσαλήμ.
Ἀπολυτίκιον
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Δυὰς φωτοειδής, ἱερῶν Ἀποστόλων, καὶ κήρυκες Χριστοῦ, ἀνεδείχθητε κόσμῳ, τοῖς πᾶσι κατασπείραντες, τὸ τῆς χάριτος κήρυγμα, ὅθεν σήμερον, ἠμᾶς πιστῶς εὐφημοῦμεν, ὦ Ἀνδρόνικε, καὶ Ἰουνία θεόφρον, Χριστὸν μεγαλύνοντες.
Μεγαλυνάριον
Παῦλος ὁ οὐράνιος συγγενεῖς, καί ἐν Ἀποστόλοις, ἐπισήμους ἡμᾶς καλεῖ, Ἀνδρόνικε μάκαρ, καί θεία Ἰουνία· Χριστοῦ γάρ θεηγόροι ὤφθητε κήρυκες.