Τρίτη 24 Μαΐου 2022

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΜΕΛΕΤΙΟΣ Ο ΣΤΡΑΤΗΛΑΤΗΣ ΚΑΙ ΟΙ ΣΥΝ ΑΥΤῼ

 24 Μαΐου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ιβ΄ 25 – ιγ΄ 12

   25 Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον.

   ιγ΄ 1 Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος. 2 λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. 3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν. 4 Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθεν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον, 5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. 6 Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς, 7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ· 8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος -οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ- ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. 9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος ἁγίου καὶ ἀτενίσας πρὸς αὐτὸν 10 εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥαδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; 11 καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. η΄ 51-59

   51 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 52 εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα; 53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν σὺ ποιεῖς; 54 ἀπεκρίθη Ἰησοῦς· ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι, 55 καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν. καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῶν ψεύστης· ἀλλ᾿ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 56 Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη. 57 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; 58 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι. 59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾿ αὐτόν. Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ διελθὼν διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΜΕΛΕΤΙΟΣ Ο ΣΤΡΑΤΗΛΑΤΗΣ ΚΑΙ ΟΙ ΣΥΝ ΑΥΤῼ

   Στίς 24 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Μελετίου τοῦ στρατηλάτου καί τῶν σύν αὐτῷ. Οἱ ἅγιοι αὐτοί μάρτυρες ἔζησαν στούς χρόνους τοῦ ρωμαίου αὐτοκράτορα Ἀντωνίνου τοῦ Ἡλιογαβάλου καί τοῦ ἡγεμόνα Μαξίμου. Ὁ ἅγιος Μελέτιος, ἀφοῦ παρέλαβε μερικούς χριστιανούς στρατιῶτες, πῆγαν σέ ἕνα εἰδωλολατρικό ναό καί μέ τήν θερμὴ προσευχή τους κατακρήμνισαν τά εἴδωλα. Ὁ ἡγεμόνας τότε Μάξιμος διέταξε νά τούς συλλάβουν καί ἐπειδή δέν πείσθηκαν νά θυσιάσουν στούς ψεύτικους θεούς, τούς κτύπησαν καί τούς ὑπέβαλαν σέ φρικτά βασανιστήρια. Οἱ ἅγιοι μάρτυρες, ἀφοῦ ὑπέμειναν μέ μεγάλο θάρρος καί καρτερία τά μαρτύρια, ἀποκεφαλίσθηκαν καί ἔτσι παρέδωσαν τό πνεῦμα τους στόν Κύριο. Τελευταῖο θανάτωσαν τόν ἅγιο Μελέτιο, τόν ὁποῖο κρέμασαν σέ ἕνα πεῦκο. Βλέποντας τήν δύναμη καί τά θαύματα πού ἐπιτέλεσε ὁ ἅγιος Μελέτιος ὅσο βασανιζόταν, ἕνα μεγάλο πλῆθος εἰδωλολατρῶν πίστεψε ὅτι ὁ Κύριος εἶναι ὁ ἀληθινός Θεός, μέ ἀποτέλεσμα νά θανατωθοῦν καί αὐτοί. Μεταξύ τους ἦταν καί κάποιος Σεραπίων, ὁ ὁποῖος ἀφοῦ πίστευσε, βαπτίσθηκε καί χειροτονήθηκε ἐπίσκοπος ἀπό Ἄγγελο Κυρίου. Ἐπίσης, ὁ μάγος Καλλίνικος, ὁ ὁποῖος εἶχε προσφέρει δηλητήριο στόν ἅγιο Μελέτιο, βλέποντας ὅτι ἔμεινε ἀβλαβής πίστευσε καί αὐτός καί θανατώθηκε μαζί μέ τόν Σεραπίωνα. Χάρις στήν πίστη καί τήν γενναιότητά τους, ἀξιώθηκαν τῆς οὐρανίου μακαριότητος.