ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Ἰω. α΄ 1-7
1 Ὅ ἧν ἀπ᾿ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς· 2 καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν· 3 ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾿ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. 4 καὶ ταῦτα γράφομεν ὑμῖν, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. 5 Καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν ἀκηκόαμεν ἀπ᾿ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. 6 ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾿ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· 7 ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ᾿ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. ιε΄ 43 – ις’ 8
43 Ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· 45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. 46 καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται. 1 Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2 καὶ λίαν πρωΐ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3 καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; 4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. 5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 6 ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7 ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΑΡΣΕΝΙΟΣ Ο ΜΕΓΑΣ
Στίς 8 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Ἀρσενίου τοῦ μεγάλου. Ὁ ὅσιος Ἀρσένιος γεννήθηκε καί μεγάλωσε στήν Ρώμη καί ἀπό μικρή ἡλικία ἦταν στολισμένος μέ τίς θεῖες ἀρετές καί διακρινόταν τόσο γιά τήν ἐσωτερική του σοφία ὅσο καί γιά τήν ἐξωτερική. Γιά τόν λόγο αὐτό κατά τούς χρόνους τοῦ Θεοδοσίου τοῦ μεγάλου, ἀφοῦ χειροτονήθηκε διάκονος ἀπεστάλη στήν Κωνσταντινούπολη, μετά ἀπό ὑπόδειξη τοῦ βασιλιᾶ Γρατιανοῦ καί τοῦ πάπα Ἰννοκεντίου, γιά νά διδάξη στούς υἱούς τοῦ Θεοδοσίου, τόν Ὀνώριο καί τόν Ἀρκάδιο μαθήματα φιλοσοφίας ἀλλά καί τήν κατά Θεό σοφία. Βλέποντας ὁ βασιλιάς ἀλλά καί ἡ Σύγκλητος τήν σεμνότητα καί τό ταπεινό χαρακτήρα του τόν τιμοῦσαν καί τόν σέβονταν, ὡς ἄξιο πατέρα καί διδάσκαλο. Ὁ ἅγιος Ἀρσένιος ὅμως ἐπειδή ἀγαποῦσε τόν Θεό καί ποθοῦσε τήν μοναχική ζωή, μετά ἀπό θεία ὑπόδειξη ἀναχώρησε γιά τήν ἔρημο τῆς Ἀλεξάνδρειας, ὅπου ἔγινε μοναχός καί ὑπέβαλλε τόν ἑαυτό του σέ μεγάλη ἄσκηση καί σκληραγωγία. Ἔτσι ἔφθασε σέ πολύ ὑψηλά μέτρα ἀρετῆς, ἀγρυπνοῦσε προσευχόμενος ὅλη τήν νύκτα ὄρθιος καί πενθοῦσε συνεχῶς προσφέροντας δάκρυα μετανοίας καί ἔχοντας πάντα μπροστά του τήν ὥρα τοῦ θανάτου. Ἔτσι ὁ ἅγιος Ἀρσένιος ζώντας μέ συνεχεῖς ἀγῶνες παρέδωσε τό πνεῦμα του στόν Κύριο σέ βαθύ γῆρας καί ἀξιώθηκε τῆς οὐρανίου βασιλείας.
Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῶν τερπνῶν ἀπανέστης ἐμφρόνως Ὅσιε, χρηματισθεῖς οὐρανόθεν ὡς Ἀβραὰμ ὁ κλεινός, καὶ Ἀγγέλων μιμητής, ὤφθης τῷ βίῳ σου, λόγω ἐμπρέπων πρακτικῶ, καὶ σοφία ἀληθεῖ, Ἀρσένιε θεοφόρε. Καὶ νῦν ἀπαύστως δυσώπει, ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν.
Μεγαλυνάριον
Χαίροις τῆς σοφίας λύχνος λαμπρός, καί τῆς ἡσυχίας, φοῖνιξ ὄντως ὁ εὐθαλής, ὁ πράξεσι θείαις, κομῶν καί θεωρίαις, Ἀρσένιε παμμάκαρ Ὁσίων καύχημα.