Πέμπτη 28 Απριλίου 2022

ΑΓΙΟΣ ΜΕΜΝΩΝ

 28 Ἀπριλίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. β΄ 38-43

   38 Πέτρος δὲ ἔφη πρὸς αὐτούς· μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. 39 ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν. 40 ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρετο καὶ παρεκάλει λέγων· σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. 41 οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. 42 ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. 43 Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. γ΄ 1-15

    1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων. 2 οὗτος ἦλθε πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ· ῥαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾿ αὐτοῦ. 3 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. 4 λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; 5 ἀπεκρίθη Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 6 τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι. ,7 μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. 8 τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾿ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. 9 ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ· πῶς δύναται ταῦτα γενέσθαι; 10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; 11 ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 12 εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; 13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. 14 καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, 15 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον.

 

  ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΜΕΜΝΩΝ

   Στίς 28 Ἀπριλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Μέμνονος, τοῦ θαυματουργοῦ. Ὁ ἅγιος Μέμνων, ἐπειδή εἶχε μεγάλη ἀγάπη πρός τόν Κύριο, ἀπαρνήθηκε τόν κόσμο καί τά τοῦ κόσμου καί ἔγινε μοναχός, ὅπου ζοῦσε μέ μεγάλη ὑπακοή καί ὑποταγή καί μάλιστα ἀξιώθηκε νά γίνη καί ἡγούμενος λόγω τῶν πολλῶν ἀρετῶν του. Καί ὁ Κύριος μεταξύ τῶν πολλῶν χαρισμάτων πού τόν στόλισε ἦταν καί ἐκεῖνο τῆς θαυματουργίας. Ἔτσι μία φορά ὅταν ἔπεσαν στά χωράφια τοῦ μοναστηριοῦ σμῆνος ἀκρίδων καί τά κατέστρεφαν ὁ ἅγιος Μέμνων μέ τήν προσευχή του τίς ἔδιωξε, σάν νά εἶχε πέσει φωτιά καί μάλιστα τίς ἔπνιξε σέ ἕνα παρακείμενο ποταμό. Κάποτε πάλι μετά ἀπό προσευχή ἀξιώθηκε νά ἀναβλύση νερό σέ περιοχή πού ἦταν πολύ ἄνυδρη. Μία ἄλλη φορά διέσωσε κάποιους ναυτικούς ἑνός πλοίου, τό ὁποῖο βρισκόταν σέ θαλασσοταραχή καί μάλιστα τούς ὁδήγησε ἀβλαβεῖς σέ κάποιο λιμάνι. Ἔτσι, ἀφοῦ εὐαρέστησε ὁ ἀοίδιμος Μέμνων τόν Κύριο μέ τούς ἀγῶνες του, τίς προσευχές του καί χαρίζοντας τήν προστασία του σέ ὅσους τόν ἐπικαλοῦνταν, ἐξεδήμησε πρός τήν οὐράνια Βασιλεία ἔχοντας πλούσια τήν χάρη τοῦ Θεοῦ.

Ἀπολυτίκιον.

Ήχος γ΄. Θείας Πίστεως

   Χαίρει ἄπασα ἡ Βαρωσίων, πόλις ἔνδοξε, μετ’ εὐλάβειας, τῷ πανσέπτῳ ναῷ σου προστρέχουσα, ὡς ἀντιλήπτορα μέγιστον ἔχουσα, καί σοί βοῶσα ὦ πάτερ θεόπνευστε˙ Μέμνων ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.