Κυριακή 6 Μαρτίου 2022

Ο ΟΣΙΟΣ ΗΣΥΧΙΟΣ

 6 Μαρτίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ιγ΄ 11 – ιδ΄ 4

   11 Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. 13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίτας καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, 14 ἀλλ᾿ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.

   ιδ΄ 1 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. 2 ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. 3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. 4 σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ς΄ 14-21

   14 Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· 15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. 16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. 17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, 18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. 19 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διαρύσσουσι καὶ κλέπτουσι· 20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· 21 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΗΣΥΧΙΟΣ

   Στίς 6 Μαρτίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Ἡσυχίου τοῦ θαυματουργοῦ. Ἀνατράφηκε εὐλαβῶς σχεδόν ἀπό τά βρεφικά του σπάργανα, μίσησε κάθε ὑλική προσπάθεια καί ποθῶντας τήν ἀπόλαυση τῆς Ἄνω Ἱερουσαλήμ, ἔγινε κατοικητήριο τοῦ Ἁγίου Πνεύματος. Ἀναχώρησε ἀπό τήν πατρίδα του καί πῆγε στό βουνό τοῦ Μαίωνος νά ἀσκητεύση, καθώς τόν πρόσταξε ὁ Θεός. Οἱ δαίμονες πού κατοικοῦσαν στό βουνό, προσπάθησαν μέ κάθε τρόπο νά τόν ἀποτρέψουν, χρησιμοποιῶντας δύο ἀνθρώπους, κάποιον Ἰωάννη καί Ἱλαρίωνα. Μεταχειρίστηκαν διάφορες ἀπειλές καί φοβερισμούς· τοῦ ἔλεγαν ὅτι ὁ τόπος εἶναι κατοικία κλεπτῶν καί θηρίων καί ἐάν παραμείνει, πρόκειται σέ μία ἡμέρα νά πεθάνει. Ὁ θεῖος πατήρ τούς κοίταξε συλλογισμένος καί χάρις στήν διορατικήν του δύναμη, κατάλαβε ὅτι μιλοῦσαν ἐπηρεασμένοι ἀπό τούς δαίμονες. Σταυρώνοντάς τους ἔδιωξε τά πονηρά πνεύματα ἀπό τά σώματά τους καί πῆγε σέ μιά ράχη τοῦ βουνοῦ ὁδηγούμενος ἀπό τόν Θεό. Ὁ ὅσιος καλλιεργοῦσε τήν γῆ γιά νά μπορεῖ νά ζεῖ, τά πουλιά ὅμως τοῦ ἔτρωγαν τά γεννήματα. Μέ τήν προσευχή του καί τήν βοήθεια του Θεοῦ ὅμως σταμάτησαν. Κατόπιν ὁ ἅγιος πῆγε χαμηλότερα στό βουνό καί ἀφοῦ βρῆκε νερό, ἔκτισε ναό ἀφιερωμένο στόν ἀπόστολο Ἀνδρέα κι ἐκεῖ ἡσύχαζε. Κάποιοι χριστιανοί ἔφεραν μία κόρη ἐνοχλουμένη ἀπό δαιμόνιο καί ὁ ἅγιος μέ τήν βοήθεια τοῦ ἁγίου Ἀνδρέα ἀμέσως τήν ἐλευθέρωσε, προφητεύοντας ὅτι μετά τόν θάνατόν του, ὁ τόπος ἐκεῖνος θά γινόταν ἀσκητήριον παρθένων, μέ τίς ἀσταμάτητες προσευχές τους δέ θά διώχνονταν ὅλοι οἱ δαίμονες.

   Ὁ θεῖος πατήρ προέκοπτε ὅλο καί περισσότερο στήν ἀρετή καί προσπαθοῦσε πάντοτε νά ὑποτάσσει τό σῶμα στήν ψυχή, ἀξιώθηκε δέ νά συνομιλεῖ μέ ἀγγέλους, οἱ ὁποίοι τοῦ εἶπαν ὅτι ἐπρόκειτο μετά ἀπό τριάντα ἡμέρες νά ἀπέλθη πρός Κύριον. Ὁ ὅσιος χάρηκε πολύ στό ἄκουσμα τοῦ μηνύματος, προσκάλεσε λοιπόν τούς ἀδελφούς καί τούς εἶπε τά ἐξόδια καί τελευταία λόγια, φέρνοντας μπροστά τους τόν φόβο τῆς μελλούσης κολάσεως. Τά μεσάνυχτα, ἐνῶ νουθετοῦσε ἀκόμα τούς ἀδελφούς, ἔλαμψε τό πρόσωπό του καί λέγοντας “Κύριε, εἰς χεῖράς σου παρατίθημι τό πνεῦμα μου” ἐξεδήμησε πρός Κύριον. Κηδεύθηκε εὐλαβῶς· τό δέ ἅγιο λείψανό του ἀνεκομίσθη τόν ὄγδοο αἰώνα στήν Ἀμάσεια.

Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

  Τὴν σὴν κλῆσιν σφραγίζων Πάτερ τῷ τρόπῳ σου, ἐν ἡσυχίᾳ διῆλθες τὴν σὴν ὁσίαν ζωήν, καὶ ἐδόξασας Χριστὸν τῇ πολιτείᾳ σου· καὶ θαυμάτων αὐτουργός, ἀνεδείχθης ἀληθῶς, Ἡσύχιε θεοφόρε, διὰ παντὸς ἱκετεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγαλυνάριον

  Χαίροις ἡσυχίας θεῖος πυρσός, Ἡσύχιε Πάτερ, καὶ θησαύρισμα ἀρετῶν· χαίροις τῆς Τριάδος, θεράπων θεοφόρος, καὶ πρέσβυς ἡμῶν μέγας, πρὸς τὸν φιλάνθρωπον.