Δευτέρα 14 Φεβρουαρίου 2022

Ο ΟΣΙΟΣ ΜΑΡΩΝ

 14 Φεβρουαρίου

 ΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Πέτρ. α΄ 20 – β΄ 9

   20 Τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται. 21 οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη ποτὲ προφητεία, ἀλλ᾿ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι Θεοῦ ἄνθρωποι.

   β΄ 1 Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· 2 καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι᾿ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· 3 καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται, οἷς τὸ κρῖμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάξει. 4 εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, 5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, 6 καὶ πόλεις Σοδόμων καὶ Γομόῤῥας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς, 7 καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐῤῥύσατο· – 8 βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν· – 9 οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ιγ΄ 9-13

    9 ‘Aρχαὶ ὠδίνων ταῦτα. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. 10 καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. 11 ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε, ἀλλ᾿ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον. 12 παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. 13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΜΑΡΩΝ

    Στίς 14 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Μάρωνος. Ὁ ὅσιος Μάρων, ἐπειδή ἀγάπησε νά ζήση ζωή χωρίς στέγη καί ὀροφή ἐπῆγε στήν κορυφή ἑνός βουνοῦ, στήν περιοχή Κύρου τῆς Ἀντιόχειας, στήν ὁποία ὑπῆρχε ναός εἰδωλολατρῶν, ὅπου λατρεύονταν οἱ δαίμονες. Ἐκεῖ, ἀφοῦ ἀφιέρωσε τόν ναό στόν Θεό, ἔφτιαξε μία πολλή μικρή σκηνή, στήν ὁποία ἔμπαινε σπάνια καί ζοῦσε μέ πολλή ἄσκηση, κακοπάθεια καί πόνο. Ὁ Ἅγιος Μάρων τόσο πολύ πόθο εἶχε γιά τό πρόσωπο τοῦ Κυρίου μας, ὥστε ἐπινοοῦσε συνέχεια νέους ἀγῶνες, πού τοῦ προκαλοῦσαν μεγαλύτερους πόνους. Ὁ ἀγωνοθέτης Κύριος ἐβράβευσε τόν δοῦλο του μέ πλούσια τήν χάρι του ἔτσι ὥστε μέ τήν προσευχή του οἱ πυρετοί ἔσβυναν, οἱ δαίμονες ἔφευγαν καί γενικά οἱ διάφορες ἀσθένειες ἰατρεύονταν. Γιά τόν λόγο αὐτό πολλοί ἄνθρωποι βρῆκαν τήν σωτηρία τους κοντά του ὄχι μόνο τήν σωματική ἀλλά καί τήν ψυχική. Ἔτσι ἔχτισε πολλά μοναστήρια καί ἀσκητήρια. Ὁ ὅσιος Μάρων, ἀφοῦ ἔζησε τήν παροῦσα ζωή μέ πολύ πόνο καί θλίψη, ἀσθένησε καί παρέδωσε ἐν εἰρήνῃ τήν ζωή του στόν Κύριο, γιά νά ἀπολαύση τούς καρπούς τῶν ἱδρώτων του.