Παρασκευή 21 Ιανουαρίου 2022

Ο ΑΓΙΟΣ ΝΕΟΦΥΤΟΣ

 21 Ιανουαρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰακ. β΄ 1-13

    1 Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. 2 ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, 3 καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε αὐτῷ, σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, σὺ στῆθι ἐκεῖ ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου, 4 καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; 5 Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; 6 ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; 7 οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾿ ὑμᾶς; 8 εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· 9 εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10 ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος. 11 ὁ γὰρ εἰπὼν μὴ μοιχεύσῃς, εἶπε καὶ μὴ φονεύσῃς· εἰ δὲ οὐ μοιχεύσεις, φονεύσεις δέ, γέγονας παραβάτης νόμου. 12 οὕτω λαλεῖτε καὶ οὕτω ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι· 13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεος κρίσεως.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ε’ 22-24, 35 – ς΄ 1

    22 Καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ 23 καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ καὶ ζήσεται. 24 καὶ ἀπῆλθε μετ᾿ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.

   35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36 ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· μὴ φοβοῦ, μόνον πίστευε. 37 καὶ οὐκ ἀφῆκεν αὑτῷ οὐδένα συνακολουθῆσαι εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38 καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, 39 καὶ εἰσελθὼν λέγει αὐτοῖς· τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει, καὶ κατεγέλων αὐτοῦ. 40 ὁ δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾿ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον, 41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· ταλιθά, κοῦμι· ὅ ἐστι μεθερμηνευόμενον, τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε. 42 καὶ εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ. 43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.

   ς΄ 1 Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὴν πατρίδα ἑαυτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΝΕΟΦΥΤΟΣ

    Στίς 21 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Νεοφύτου. Καταγόταν ἀπό τήν Νίκαια τῆς Βιθυνίας κι ἔζησε στούς χρόνους τῶν αὐτοκρατόρων Δεκίου καί Διοκλητιανοῦ, τό 290. Οἱ γονεῖς του ἦταν χριστιανοί καί ἀπό παιδί εἶχε τήν χάρη τοῦ Θεοῦ. Σε ἠλικία ἐννέα ἐτῶν κατά τήν ὥρα πού προσευχόταν, ἦρθε ἕνα περιστέρι στό δωμάτιό του και μίλησε μέ ἀνθρώπινη φωνή. Ἡ μητέρα του, ὅταν τό εἶδε, πέθανε ἀπό τόν φόβο της, ἀλλά ὁ ἅγιος τήν ἀνέστησε μέ την προσευχή του. Ἀναχώρησε μέ πρόθεση νά ἀσκητεύσει γιά τό ὄρος τοῦ Ὀλύμπου. Ἐκεῖ τό περιστέρι πού τόν ἀκολουθοῦσε, τοῦ ἔδειξε ἕνα σπήλαιο, ἀπό τό ὁποῖο ἔδιωξε ἕνα θηρίο πού ἔμενε μέσα. Πέρασε δύο χρόνια σέ αὐτό τό μέρος, τρεφόμενος ἀπό ἅγιον Ἄγγελο. Κατόπιν, μετά ἀπό θεία ἀποκάλυψη, κατέβηκε ἀπό τό βουνό, πῆγε στούς γονεῖς του, τούς χαιρέτισε, μοίρασε ὅλα τά ὑπάρχοντά του κι ἐπέστρεψε στόν Ὄλυμπο. Ὀδηγούμενος ἀπό θεῖον Ἄγγελο παραστάθηκε ἐνώπιον τοῦ Δεκίου. Πρῶτα τόν ἔδειραν καί μετά τόν ἔβαλαν μέσα σέ ἀναμμένο φοῦρνο. Ἐπιδή παρέμεινε ἀβλαβής, τόν ἔριξαν στά θηρία, ἀλλά οὔτε αὐτά τόν πείραξαν. Τέλος ἕνας βάρβαρος τόν θανάτωσε μέ τό σπαθί του κι ἔλαβε ὁ μάκάριος τόν στέφανο τοῦ μαρτυρίου σέ ἠλικία δεκαπέντε ἐτῶν.

Ἀπολυτίκιον

Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.

    Ἐκ σπάργανων ἐπλήσθης τῆς θείας χάριτος, ὥσπερ νεόφυτοι ἔρνος χαριτωθείς τήν ψυχήν, καί θαυμάτων αὐτουργός ξένων γενόμενος, ἠνδρανάθησας στερρῶς, δι’ ἀγώνων ἱερῶν, Νεόφυτε Ἀθλοφόρε. Ἀλλά μή παύσῃ πρεσβεύων, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.

Μεγαλυνάριον

    Νέος ὤν ἐν τῷ σὠματι κομιδῇ, τόν ἀρχαῖον ὄφιν, ἐτροπώσω μαρτυρικῶς· ὅθεν ἐδοξάσθη, τῇ θείᾳ χορηγίᾳ, Νεόφυτε τρισμάκαρ πιστῶν ἀντίληψις.