Δευτέρα 3 Ιανουαρίου 2022

Ο ΑΓΙΟΣ ΓΟΡΔΙΟΣ

 3 Ἰανουαρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. γ΄ 5-11, 17-19

   5 Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων, 6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν. 7 Διό, καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, 8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, 9 οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη· 10 διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ καὶ εἶπον· ἀεὶ πλανῶνται τῇ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· 11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου·

   17 τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; 18 τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασι; 19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι᾿ ἀπιστίαν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. α’ 1-8

     1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. 2 Ὡς γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· 3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, 4 ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. 5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 6 ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. 7 καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. 8 ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΓΟΡΔΙΟΣ

Στίς 3 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Γορδίου. Ἔζησε κατά τούς χρόνους τοῦ Λικινίου τό 314, καταγόταν ἀπό τήν Καισάρεια τῆς Καππαδοκίας καί ἦταν στρατηγός. Δέν ἄντεχε νά βλέπει τήν παρρησία τῶν εἰδωλολατρῶν καί νά ἀκούει τίς βλασφημίες τους κατά τοῦ Χριστοῦ, γι’ αὐτό ἔφυγε ἀπό τήν πόλη καί ζοῦσε στά βουνά. Ἡσυχάζοντας ἐκεῖ, ἄναψε ὁ πόθος καί ὁ ζῆλος του γιά τόν Χριστό, ἐνδυναμώθηκε ἀπό τόν Θεό κατά τῆς πλάνης τῶν ἑλλήνων καί ἐπέστρεψε στήν πόλη. Πήγε στήν ἀγορά καί στό θέατρο, ὅπου κήρυξε τόν Χριστό. Ὅλοι οἱ παρεστῶτες καί ὁ ἄρχοντας ἐξεπλάγησαν μέ τό θάρρος του, ὁ δέ τελευταῖος διέταξε νά ἀποκεφαλισθεῖ ὁ ἅγιος καί ὁ ἅγιος Γόρδιος ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου.

Ἀπολυτίκιον

Ἦχος δ΄. Ταχύ προκατάλαβε.

  Τῷ ζήλῳ τῆς πίστεως, πυρποληθεὶς τὴν ψυχήν, αὐτόκλητος ὥρμησας, ἐν τῷ σταδίῳ σοφέ, καὶ χαίρων ἠγώνισαι· ὅθεν τοῖς ἐξ αὐχένος, ὀχετοῖς τῶν αἱμάτων, ἔσβεσας Ἀθλοφόρε, τῆς κακίας τὴν φλόγα· διό σε ὁ Ζωοδότης, Γόρδιε ἐδόξασε.

Μεγαλυνάριον

  Ἔλιπες στρατείαν τὴν ὑλικήν, καὶ τῇ οὐρανίῳ, πανοπλίᾳ ὀχυρωθεὶς, τὰς ἀντικειμένας, καθεῖλες παρατάξεις, ὡς τοῦ Χριστοῦ ὁπλίτης, ἔνδοξε Γόρδιε.