Τρίτη 28 Δεκεμβρίου 2021

ΑΓΙΑ ΔΟΜΝΑ

 28 Δεκεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Τιμ. γ΄ 16– δ΄ 4

    16 Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, 17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

    δ΄ 1 Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ, 2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. 3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, 4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ια΄11-23

    11 Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς καὶ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα. 12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασε· 13 καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ᾿ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων. 14 καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ· μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ. 15 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε, 16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, 17 καὶ ἐδίδασκε λέγων αὐτοῖς· οὐ γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν; ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. 18 καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 19 καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως. 20 Καὶ παραπορευόμενοι πρωΐ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. 22 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· ἔχετε πίστιν Θεοῦ. 23 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσει ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΑ ΔΟΜΝΑ

    Στίς 28 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας Δόμνας. Καταγόταν ἀπό τήν Νικομήδεια καί ἔζησε κατά τούς χρόνους τοῦ Μαξιμιανοῦ. Ἦταν ἱέρεια τοῦ εἰδωλολατρικοῦ ναοῦ πού βρισκόταν στό παλάτι καί ὀνομαζόταν Δωδεκάθεον. Βρῆκε κάπου τίς Πράξεις τῶν ἁγίων Ἀποστόλων καί τίς Ἐπιστολές τοῦ ἁγίου Παύλου, φωτίσθηκε ἡ ψυχή της διαβάζοντάς τα, γνώρισε τήν ἀληθινή πίστη στόν Χριστό καί βαπτίσθηκε ἀπό τόν Ἐπίσκοπο Νικομηδείας Κύριλλο. Ἀπό τότε μοίραζε ὅλο τόν μισθό της ἀπό τό παλάτι στούς φτωχούς. Ὅταν κατάλαβε ὁ ἀρχιευνοῦχος ὅτι εἶναι χριστιανή, προσποιήθηκε ἡ ἁγία ὅτι εἶναι παράφρων καί τήν ἔστειλαν στόν Ἐπίσκοπο τῶν Χριστιανῶν γιά να γιατρευθεῖ. Βρισκόμενη λοιπόν ἀνάμεσα σέ Χριστιανούς, πῆγε σέ ἕνα γυναικεῖο ἀσκητήριο καί ἐκεῖ ἡσύχαζε.

   Ὅταν ἐπέστρεψε ὁ Μαξιμιανός νικητής ἀπό τήν Αἰθιοπία, ζητοῦσε τήν Δόμνα καί λυπήθηκε πολύ ὅταν ἔμαθε ὅτι παραφρόνησε. Ἐπειδή ὅμως ἐξακολουθοῦσε νά τήν ἀναζητᾶ, ἡ ἁγία ντύθηκε ἀνδρικά ροῦχα ἀπό τήν ἡγουμένη τοῦ ἀσκητηρίου καί ἔφυγε μέ τίς εὐχές της. Ὁ Μαξιμιανός ὀργίσθηκε πολύ διότι δέν τήν ἔβρισκε καί κατέστρεφε ὅποιο ἀσκητήριο ἔβρισκε, τίς δέ παρθένους παρέδιδε στούς στρατιῶτες γιά νά ἀτιμασθοῦν. Ὁ Χριστός ὅμως τίς ἔσωσε θαυματουργικῶς.

    Ὁ τύραννος πρόσταξε καί ἔκαψαν εἴκοσι χιλιάδες Χριστιανῶν καί ὅσοι δέν κάηκαν, βασανίστηκαν μέ διαφόρους τρόπους. Ἡ ἁγία Δόμνα παρακινήθηκε νά μιμηθεῖ τούς ἅγίους αὐτούς μάρτυρες καί κατέβηκε ἀπό τό ὄρος στήν θάλασσα. Εἶδε κάποιους ψαράδες νά βγάζουν τά ἅγια λείψανα ἁγίων πού ρίχθηκαν στήν θάλασσα, τά περισυνέλεξε καί τά ἔκρυψε ἐντός τῶν τειχῶν τῆς Νικομηδείας. Φανερώθηκε καί μετά ἀπό διαταγή τοῦ Μαξιμιανοῦ ἀποκεφαλίσθηκε, τό δέ ἅγιο λείψανό της παραδόθηκε στίς φλόγες.