ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Τιτ. α’ 15 – β΄10
15 Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲ καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. 16 Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
β΄ 1 Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. 2 Πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ. 3 Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, 4 ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, 5 σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται. 6 Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν, 7 περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν, σεμνότητα, ἀφθαρσίαν, 8 λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον. 9 Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, 10 μὴ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. ιβ΄ 1-12
1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν· ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκε φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε. 2 καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος. 3 καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. 4 καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν καὶ ἀπέστειλαν ἠτιμωμένον. 5 καὶ πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες. 6 ἔτι οὖν ἕνα υἱὸν ἔχων, ἀγαπητὸν αὐτοῦ, ἀπέστειλε καὶ αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι ἐντραπήσονται τὸν υἱόν μου. 7 ἐκεῖνοι δὲ οἱ γεωργοί, θεασάμενοι αὐτὸν ἐρχόμενον, πρὸς ἑαυτοὺς εἶπον ὅτι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. 8 καὶ λαβόντες ἀπέκτειναν αὐτὸν καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος. 9 τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11 παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΣΙΑ ΜΕΛΑΝΗ
Στίς 31 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς Ὁσίας Μελάνης, ἡ
ὁποία καταγόταν ἀπὸ τὴ Ρώμη καὶ ἔζησε στα τέλη τοῦ 4ου αἰώνα καὶ ἀρχὲς
τοῦ 5ου. Ἀκολούθησε τὸν ἔγγαμο βίο καὶ ἔγινε μητέρα δύο τέκνων. «Ἀλλ᾽ ὁ
οἰκογενειακός της βίος διέρρευσε θλιβερὸς καὶ πικρός. Τὴν μητρικήν της
καρδίαν ἐσπάραξεν ὁ θάνατος καὶ τῶν δύο τέκνων της. Ἔχασεν ὕστερον καὶ
τὸν σύζυγόν της· διὰ νὰ γεμίσῃ δὲ τὸ ποτήριον τῆς δοκιμασίας καὶ τῆς
λύπης, ὁ τάφος ἀπέκρυψε καὶ τοὺς γονεῖς της». Μετὰ ἀπὸ αὐτὰ τὰ θλιβερὰ
συμβάντα ἡ Μελάνη ἀποσύρθηκε σὲ ἐρημικὸ μέρος, ἔξω ἀπὸ τὴν πόλη καὶ
ἐπιδόθηκε σὲ καθαρῶς πνευματικὰ ἔργα, ἀναπτύσσοντας καὶ σπουδαῖο
φιλανθρωπικὸ ἔργο σὲ διάφορες περιοχές. Παρέδωσε τὴν ψυχή της στὸ Θεὸ ἐν
μετανοίᾳ καὶ ἀγάπῃ, ἀφήνοντας φωτεινὸ παράδειγμα στοὺς νεώτερους.
Πρωτ. Δ.Δ.Τ.
Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ὁσίως ἀνύσασα, τῶν ἀρετῶν τήν ὁδόν, τῷ Λόγῳ νενύμφευσαι ὦ Ἀνυσία σεμνή, καί χαίρουσα ἤθλησας· αἴγλη δέ ἀπαθείας, λαμπρυνθεῖσα Μελάνη, ἤστραψας ἐν τῷ κόσμῳ, ἀρετῶν λαμπηδόνας. Και νῦν ἡμῖν ἱλεοῦσθε, Χριστόν τόν Κύριον.
Μεγαλυνάριον
Τρόποις ἀνυσίμοις πρός ἀρετήν μάρτυς Ἀνυσία, διαρρύθμισον νῦν ἡμᾶς· ζοφεροῦ ἐχθροῦ δέ, ἐκλύτρωσαι Μελάνη, τούς πόθῳ ἀφορῶντας τῇ ἐπιλάμψει σου.