ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
A‘ Θεσ. α’ 1-10
6 καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος Ἁγίου, 7 ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ. 8 ἀφ᾿ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου· οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι· 9 αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, 10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.
![]()
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιζ’ 26-37, ιη’ 8
26 Καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 27 ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε ὁ Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ἅπαντας. 28 ὁμοίως καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· 29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ καὶ θεῖον ἀπ᾿ οὐρανοῦ καὶ ἀπώλεσεν ἅπαντας. 30 κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ἐν τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32 μνημονεύετε τῆς γυναικὸς Λώτ. 33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν, καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτήν, ζωογονήσει αὐτήν. 34 λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ δύο ἔσονται ἐπὶ κλίνης μιᾶς, εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· 35 δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό, μία παραληφθήσεται καὶ ἡ ἑτέρα ἀφεθήσεται· 36 δύο ἐν τῷ ἀγρῷ, εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται. 37 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· ποῦ, Κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· ὅπου τὸ σῶμα, ἐκεῖ ἐπισυναχθήσονται καὶ οἱ ἀετοί.
ιη΄ 8 λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
![]()
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΑΚΡΑΓΑΝΤΙΝΩΝ
Στίς 23 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Γρηγορίου, Ἐπισκόπου τῆς Ἀκραγαντίνων Ἐκκλησίας. Ὁ ἅγιος Γρηγόριος καταγόταν ἀπό τόν Ἀκράγαντα τῆς Σικελίας, ἀπό γονεῖς εὐσεβεῖς καί ἔζησε στούς χρόνους τοῦ βασιλέα Ἰουστινιανοῦ Β΄, εἶχε δέ μεγάλη ἔφεση ἀπό μικρή ἡλικία στά ἱερά γράμματα. Ὅταν ἔφθασε δεκαοκτώ χρονῶν χειροθετήθηκε ἀναγνώστης λόγω τῆς καλοφωνίας του. Ἀργότερα, μετά ἀπό θεία ὀπτασία πῆγε σέ κάποιο πνευματοφόρο μοναχό Μᾶρκο, στόν ὁποῖο καί παρέμεινε τέσσερα χρόνια, κατόπιν πῆγε στήν Ἀντιόχεια καί στά Ἱεροσόλυμα, ὅπου ἐκεῖ χειροτονήθηκε διάκονος ἀπό τόν Ἐπίσκοπο Ἱεροσολύμων Μακάριο, ἔπειτα ἀναχώρησε γιά τήν Κωνσταντινούπολη, ὅπου παραβρέθηκε σέ Σύνοδο καί ἔλεγξε τούς μονοθελητές αἱρετικούς Πύρρο, Παῦλο καί Σέργιο μέ τόση παρρησία, ὥστε ἡ φήμη του ἔφθασε μέχρι τόν αὐτοκράτορα. Ἀπό τήν Κωνσταντινούπολη ἐπέστρεψε στήν Ρώμη, ὅπου ἔγινε Ἐπίσκοπος στήν Ἐκκλησία τῆς πατρίδας του, ἦταν δέ τόση ἡ πίστη του καί οἱ ἱκανότητές του, πού ὁ Θεός τόν ἀξίωσε νά θαυματουργῆ. Ὅμως κάποιοι ὀνόματι Σεβῖνος καί Κρησκεντῖνος τόν φθόνησαν καί τόν κατηγόρησαν ψευδῶς στόν Πάπα τῆς Ρώμης, ὁ ὁποῖος, ἐπειδή πίστεψε τίς κατηγορίες, τόν φυλάκισε γιά δυόμιση χρόνια. Κατόπιν μέ βασιλική προσταγή ὁδηγεῖται στόν κριτή, ὅπου μέ θεία παρέμβαση ἀποκαλύφθηκε ἡ ἀλήθεια. Ἔτσι ὁ ἅγιος Γρηγόριος ἐπέστρεψε στό ποίμνιο του στόν Ἀκράγαντα, ὅπου κοιμήθηκε ἐν εἰρήνῃ σέ μεγάλη ἡλικία, ποιμένοντάς το θεαρέστως.
Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Γρηγορῶν ἐκ σπάργανων φερωνύμως Γρηγόριε, ἐν τοὶς δικαιώμασι Πάτερ τοῦ τῶν ὅλων δεσπόζοντος, ἐπλήσθης οὐρανίων δωρεῶν, ὡς γρήγορος ποιμὴν τῶν εὐσεβῶν διὰ τοῦτο πρὸς λειμῶνας ἀειθαλεῖς, Ἰθύνεις τοὺς βοώντας σοὶ δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διά σου, πάσιν ἰάματα.
Μεγαλυνάριον
Γρήγορσιν σοφίας καρποφορῶν, λόγοις ψυχοτρόφοις, διατρέσεις ὡς ἀληθῶς, ὡς Χριστοῦ θεράπων, τήν σοί λαχοῦσαν ποίμνην· διό σέ μακαρίζει Πάτερ Γρηγόριε.