ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἐφεσ. β’ 4-10
4 Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, 5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσωσμένοι· 6 καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, 7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾿ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. 8 τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, 9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. 10 αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιη’ 18-27
18 Ἐπηρώτησέ τις αὐτὸν ἄρχων λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. 20 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. 21 ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 22 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. 23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. 24 ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! 25 εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26 εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; 27 ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΕΙΡΗΝΑΡΧΟΣ
Στίς 28 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ Ἁγίου μάρτυρα Εἰρηνάρχου καί τῶν σύν αὐτῷ ἑπτά Ἁγίων γυναικῶν. Ὁ ἅγιος μάρτυς Εἰρήναρχος καταγόταν ἀπό τήν Σεβάστεια καί ἔζησε κατά τούς χρόνους τοῦ αὐτοκράτορα Διοκλητιανοῦ. Σέ νεαρή ἡλικία ἔγινε δήμιος κάτω ἀπό τίς προσταγές τοῦ ἄρχοντα τῆς πόλεως Μάξιμου. Ἔτσι ὑπηρετοῦσε στά βασανιστήρια καί στούς διωγμούς κατὰ τῶν χριστιανῶν. Ἐκείνη τήν περίοδο στήν Σεβάστεια βασανιζόντουσαν γιά τήν πίστη τοῦ Χριστοῦ ἑπτά χριστιανές. Βλέποντας ὁ ἅγιος Εἰρήναρχος τήν παρρησία καί τό ἀνδρεῖο φρόνημα αὐτῶν τῶν γυναικῶν φωτίστηκε ἡ ψυχή του ἀπό τό Ἅγιο Πνεῦμα καί ὁμολόγησε μπροστά στόν ἄρχοντα Μάξιμο μέ θάρρος ὅτι εἶναι καί αὐτός χριστιανός. Γιά τόν λόγο αὐτό ὁδηγήθηκε σέ φρικτά βασανιστήρια, στήν ἀρχή τόν ἔριξαν στήν λίμνη Σεβάστεια, ἐπειδή ὅμως μέ τήν βοήθεια τοῦ Θεοῦ ἐβγῆκε ζωντανός ὁ ἄρχοντας διέταξε νά τόν ρίξουν σέ ἀναμμένη κάμινο ἀλλά καί πάλι ἡ χάρις τοῦ Θεοῦ τόν διαφύλαξε ζωντανό καί ἔτσι ἀποκεφαλίστηκε μαζί μέ τόν πρεσβύτερο Ἀκάκιο, ὁ ὁποῖος τόν εἶχε βαπτίσει καί ἀξιώθηκαν καί οἱ δύο τούς στεφάνους τοῦ μαρτυρίου.
Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εἰρήνης τὸν πρύτανιν, ὁμολογήσας πιστῶς, τῆς πλάνης τὸν τάραχον, κατέλιπες νουνεχῶς, θεόφρον Εἰρήναρχε, ὅθεν δι’ ὕδατος τε, καὶ πυρὸς ὡς διῆλθες, ἔβης τροπαιοφόρος, πρὸς οὐράνιον λῆξιν, εἰρήνην καὶ σωτηρίαν, πάσιν αἰτούμενος.
Μεγαλυνάριον
Τῆς εἰρηνοδώρου μαρμαρυγῆς, Εἰρήναρχε μάκαρ, εἰσδεξάμενος τήν αὐγήν, υἱός φωτός ὤφθης, περιφανῶς ἀθλήσας· διό ταῖς σαῖς πρεσβείαις ἡμᾶς διάσῳζε.