Δευτέρα 18 Οκτωβρίου 2021

ΑΓΙΟΙ ΝΕΟΜΑΡΤΥΡΕΣ ΓΑΒΡΙΗΛ ΚΑΙ ΚΥΡΜΙΔΩΛΗΣ

18 Ὀκτωβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Κλσ. δ’ 5-11, 14-18

     5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. 6 ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. 7 Τὰ κατ᾿ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, 8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, 9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ᾧδε. 10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα. -περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν, 11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.

    14 Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. 15 ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ᾿ οἶκον αὐτοῦ ἐκκλησίαν· 16 καὶ ὅταν ἀναγνωσθῇ παρ᾿ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 17 καὶ εἴπατε Ἀρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. 18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ᾿ ὑμῶν· ἀμήν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ι’ 16-21

    16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. 17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18 Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. 21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΙ ΝΕΟΜΑΡΤΥΡΕΣ ΓΑΒΡΙΗΛ ΚΑΙ ΚΥΡΜΙΔΩΛΗΣ

     Στίς 18 Ὀκτωβρίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τῶν ἁγίων Νεομαρτύρων Γαβριήλ καί Κυρμιδώλη. Οἱ ἅγιοι αὐτοί μάρτυρες κατάγονταν ἀπό τήν Αἴγυπτο· ἔζησαν τήν ἐποχή τοῦ Σουλτάνου Σουλεϊμάν, ἦσαν γόνοι εὐσεβῶν χριστιανῶν καί μορφωμένοι. Οἱ Ἀγαρηνοί, ἐπειδή τούς φθονοῦσαν πού ἦσαν εὐγενεῖς καί προκομμένοι, τούς συκοφάντησαν στόν Ἐμίρη μέ τήν δικαιολογία ὅτι ἔρριχναν ἀκαθαρσίες σέ κάποιο τουρκικό τέμενος, μέ ἀποτέλεσμα νά συλληφθοῦν. Κατά τήν ἀνάκριση ὁμολόγησαν μέ παρρησία ὅτι εἶναι χριστιανοί, ὅτι ὁ Ἰησοῦς Χριστός εἶναι ὁ μόνος ἀληθινός Θεός, ὅτι κανένα πρᾶγμα δέν τούς χωρίζει ἀπό τήν ἀγάπη καί τήν πίστη τοῦ Χριστοῦ καί ὅτι εἶναι ἕτοιμοι νά ἀποθάνουν γιά τόν Κύριο. Τότε ἕνας Ἀγαρηνός, ἐπειδή θύμωσε μέ τούς λόγους τους, κτύπησε μέ μαχαίρι στό στῆθος τόν Κυρμιδώλη καί τόν ἔρριξε κατά γῆς, ἐνῶ ἕνας ἄλλος τόν βαροῦσε μέ ἀγριότητα, ἕνας τρίτος τόν κτύπησε μέ μεγάλη πέτρα στό κεφάλι, τοῦ δέ Γαβριήλ τοῦ ἀπέκοψαν τήν κεφαλή μέ μαχαίρι καί ἔτσι οἱ μακάριοι ἔλαβαν τόν στέφανο τοῦ μαρτυρίου στίς 18 Ὀκτωβρίου τοῦ 1522, σέ ἡλικία εἴκοσι χρόνων. Εἶχαν δέ τέτοιο μένος οἱ ἄπιστοι, πού ἄναψαν τεράστια φωτιά καί ἔκαψαν τά σώματά τους. Τέλος συνέλεξαν τά ἐναπομείναντα ἅγια λείψανα, τά ὁποῖα πούλησαν στούς χριστιανούς καί αὐτοί τά παρέδωσαν στόν Πατριάρχη, πού τά ἐναπέθεσε στόν Ναό τοῦ ἁγίου Νικολάου.

Ἀπολυτίκιον
(Ἦχος γ΄. Τὴν ὡραιότητα.)

   Τὴν τῶν λειψάνων σου, τιμίαν λάρνακα, κατασπαζόμενοι, πίστει τὴν ἴασιν, ἀρυώμεθα σεπτῶς, Κυρμιδώλη πανεύφημε· ὅθεν ἱκετεύομεν, ἱκεσίαν ἑκάστοτε, σὺν τῷ συνάθλῳ Γαβριὴλ ποιοῦντες· μὴ παύσητε, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων, τιμώντων ἡμῶν τὰ θεῖα λείψανα.