Πέμπτη 9 Σεπτεμβρίου 2021

ΟΙ ΑΓΙΟΙ ΙΩΑΚΕΙΜ ΚΑΙ ΑΝΝΑ

9 Σεπτεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. δ΄ 22-27

    22 Γέγραπται γὰρ ὅτι ᾿Αβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. 23 ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. 24 ἅτινά ἐστιν ἀλληγορούμενα. αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν ῎Αγαρ· 25 τὸ γὰρ ῎Αγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ ᾿Αραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν ῾Ιερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς· 26 ἡ δὲ ἄνω ῾Ιερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. 27 γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ρῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. α΄ 29-35

   29 Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα. καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. 31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέως, καὶ διηκόνει αὐτοῖς. 32 Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους. 33 καὶ ἦν ἡ πόλις ὅλη ἐπισυνηγμένη πρὸς τὴν θύραν. 34 καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτὸν Χριστὸν εἶναι. 35 Καὶ πρωΐ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθε καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΙΩΑΚΕΙΜ ΚΑΙ ΑΝΝΑ

    Στίς 9 Σεπτεμβρίου ἑορτάζουμε τήν μνήμη τῶν δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννης, διότι ἔγιναν πρόξενοι τῆς γέννησης τῆς παγκοσμίου χαρᾶς καί δόξας, τῆς Κυρίας ἡμῶν Θεοτόκου. Ὁ Ἰωακείμ καταγόταν ἀπό τήν βασιλική φυλή τοῦ Δαβίδ, ἡ δέ Ἄννα ἀπό τήν φυλή τοῦ Λευΐ και ἦταν κόρη τοῦ ἱερέως Ματθάν. Ἐπειδή δέν εἶχαν παιδιά ὀνειδίζονταν καί πρόσφεραν διπλά δῶρα στόν Θεό. Παρακαλοῦσαν καί οἱ δύο μέ δάκρυα νά τούς χαρίσει ἕνα παιδί. Πράγματι, πέτυχαν αὐτό πού ποθοῦσαν καί μάλιστα γέννησαν τήν ἁγιωτέρα τῶν ἁγίων, τήν Θεοτόκο. Ἀπέκτησαν μία ἀσύκγριτη καί ἐξαιρετική καλλιτεκνία, διότι ἀπό τήν θυγατέρα τους, τήν ἀειπάρθενο Μαριάμ, καταδέχθηκε νά γεννηθεῖ ὁ υἱός τοῦ Θεοῦ.

Ἀπολυτίκιον

(Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.)


Ἡ Δυὰς ἡ ἁγία καὶ Θεοτίμητος, Ἰωακεὶμ καὶ ἡ Ἄννα ὡς τοῦ Θεοῦ ἀγχιστεῖς, ἀνυμνείσθωσαν φαιδρῶς ᾀσμάτων κάλλεσιν οὗτοι γὰρ ἔτεκον ἠμιν, τὴν τεκοῦσαν ὑπὲρ νοῦν, τὸν ἄσαρκον βροτωθέντα, εἰς σωτηρίαν τοῦ κόσμου, μεθ’ ἧς πρεσβεύουσι σωθῆναι ἠμᾶς.

Μεγαλυνάριον

Τέρπεται ἡ Ἄννα θεοπρεπῶς, κρατοῦσα ὡς βρέφος, τήν τεκοῦσαν τόν Ποιητήν, σύν αὐτῇ δέ χαίρει, Ἰωακείμ ὁ θεῖος· ὧν τῇ χαρᾷ ὡς δῶρον τόν ὕμνον ἄσωμεν.