ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Κορ. ζ΄ 10-16
10 Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. 11 ἰδοὺ γὰρ αὐτὸ τοῦτο, τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν! ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. 12 ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ εἵνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ εἵνεκεν τοῦ ἀδικηθέντος, ἀλλ᾿ εἵνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ Θεοῦ. 13 Διὰ τοῦτο παρακεκλήμεθα. ἐπὶ δὲ τῇ παρακλήσει ὑμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν· 14 ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλ᾿ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτω καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. 15 καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. 16 χαίρω ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. γ΄ 16-21
16 Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον. 17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ. 18 ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ. 19 αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα. 20 πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· 21 ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΓΙΑ ΠΟΥΛΧΕΡΙΑ Η ΒΑΣΙΛΙΣΣΑ
Στίς 10 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῆς ἁγίας Πουλχερίας, ἀδελφῆς τοῦ βασιλέως Θεοδοσίου τοῦ μικροῦ, τόν ὁποῖο διαπαιδαγώγησε καί δίδαξε τήν εἰς Χριστόν εὐσέβεια. Χάρις στήν σεμνότητα, εὐλάβεια καί σωφροσύνη της ἔγινε προσφιλῆς τοῦ ἁγίου Λέοντος πάπα Ρώμης καί δέχθηκε ἀπό αὐτόν πολλές ἐπιστολές. Ὅταν ὁ Θεοδόσιος ὁ μικρός ἐκοιμήθη, παντρεύτηκε τόν εύσεβή Μαρκιανό, ὁ ὁποῖος βρισκόταν ἤδη σέ προχωρημένη ἠλικία, γιά νά διοικηθεῖ σωστά ἡ αὐτοκρατορία καί ἐκείνη νά διαφυλάξει μέχρι τό τέλος τῆς ζωῆς της τήν παρθενία. Πέτυχε αὐτόν τόν σκοπό της, ἐπιπλέον δέ ἔχτισε πολλούς ἱερούς ναούς, νοσοκομεῖα καί ἄλλα ἱδρύματα. Τό κυριώτερο ὅμως, εἶναι ὅτι μαζί μέ τόν Μαρκιανό, τό 451 συνεκάλεσαν τήν ἐν Χαλκηδόνι ἁγία καί οἰκουμενική Σύνοδο. Ἐκοιμήθη εἰρηνικά ἔχοντας ὠφελήσει πολλαπλῶς τήν αὐτοκρατορία, τήν Χριστοῦ Ἐκκλησία καί τόν λαό της.
Ἀπολυτίκιον
(Ἦχος γ΄. Τὴν ὡραιότητα.)
Τὴν
ὡραιότητα, τῆς σωφροσύνης σου, καὶ τὸ ὑπέρλαμπρον, τῆς εὐσεβείας σου,
πᾶς συνετὸς κατανοῶν, ἐκπλήττετυαι Πουλχερία· πῶς εἰς τὰ βασίλεια,
παρθενίαν ἐφύλαξας, πῶς δὲ τὸν ἀρχέκακον, ὄφιν Κόρη κατήργησας; Διὸ σὲ
εὐφημοῦντες βοῶμεν· Δόξα Θεῷ τῷ ἐν Τριάδι.