ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. θ΄ 1-7
Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. α΄ 39-49, 56
39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. 41 καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ 42 καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. 43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; 44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. 45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. 46 Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον 47 καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, 48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. 49 ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
56 Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΙΟΥΒΕΝΑΛΙΟΣ ΠΑΤΡΙΑΡΧΗΣ ΙΕΡΟΣΟΛΥΜΩΝ
Στίς 2 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ἁγίου Ἰουβεναλίου, ὁ
ὁποῖος ἔζησε τόν 5ο αἰώνα μ.Χ. Ὁ Πατριάρχης κατέχει μία ἀπό τίς
ἐπισημότερες θέσεις στήν ἐκκλησιαστική ἱστορία. Ὁ Συναξαριστής μᾶς δίνει
λίγες πληροφορίες ἀπό τήν ζωή του: «Κατά τήν πιθανωτέραν γνώμην
ἐπατριάρχευσεν 28 ἔτη, ὑπῆρξε δέ σύγχρονος τῶν βασιλέωνΘεοδοσίου τοῦ
μικροῦ, Πουλχερίας, Μαρκιανοῦ καί Λέοντος τοῦ Α´. Κατά τήν ἐν Ἐφέσῳ Γ´
Οἰκουμενικήν Σύνοδον μετέσχεν ἐνεργητικώτατα, διότι ἦτο ἀνήρ ὄχι μόνον
πολλοῦ ζήλου, ἀλλά καί λόγου καί παιδείας». Ὁ Ἰουβενάλιος εὐλαβεῖτο
ἰδιαιτέρως τήν Θεοτόκον καί ἔγραψε γιά τήν κοίμησή της καί τήν μετάστασή
της στούς οὐρανούς. Ἀπέθανε τό 457 μ.Χ.
Πρωτ. Δ.Δ.Τ.
Ἀπολυτίκιον
(Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.)
Τῆς Σιὼν ἱεράρχην, Ἰουβενάλιον, Ὀρθοδοξίας τὸ κλέος καὶ φρυκτωρὸν τῶν πιστῶν, εὐφημήσωμεν λαμπρῶς, καὶ ἀνυμνήσωμεν· ὅτι ἐφύλαξε πιστῶς τῶν δογμάτων θησαυρόν, παλαίσας κατὰ τῆς πλάνης· καὶ ἔλαβεν ἐκ τοῦ Λόγου, στεφάνους δόξης ἐν τῇ ἄνω Σιών.
Μεγαλυνάριον
Ὤ Ἰουβενάλιε θαυμαστέ, πατέρων τὸ κλέος, τῶν δογμάτων ὁ φρυκτωρός, πρέσβευε τῷ Λόγῳ, ὑπὲρ τῶν σὲ τιμώντων, ῥυσθῆναι ἐκ πταισμάτων, καὶ πάσης θλίψεως.