Τετάρτη 30 Ιουνίου 2021

Ο ΑΓΙΟΣ ΜΙΧΑΗΛ Ο ΚΗΠΟΥΡΟΣ

 30 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. δ΄ 9-16

    1 Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. 2 καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· 3 καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν, 4 καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. 5 Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· 6 γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.

 7 ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; 8 καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, 9 Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, 11 Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. θ΄ 36, ι΄ 1-8

   36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐῤῥιμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα.

   ι΄ 1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 2 Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, 3 Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, 4 Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. 5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· 6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 8 ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΜΙΧΑΗΛ Ο ΚΗΠΟΥΡΟΣ

    Στίς 30 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Νεομάρτυρος Μιχαήλ τοῦ κηπουροῦ. Ὁ ἅγιος Μιχαήλ ἦταν ἁπλοϊκός ἄνθρωπος, καταγόταν ἀπό τήν Ἀθήνα, ἀπό γονεῖς εὐσεβεῖς καί πτωχούς γιά αὐτό καί ἔμεινε ἀγράμματος. Ἦταν δέ κηπουρός στό ἐπάγγελμα καί μάλιστα μερικές φορές ψώνιζε πράγματα καί πήγαινε στά γύρω χωριά τῶν Ἀθηνῶν, νά τά πουλήση. Μία φορά ἐπιστρέφοντας, στήν εἴσοδο τῆς Ἀθήνας, οἱ ἄνθρωποι τοῦ Βοεβόδα, κινούμενοι ἀπό κακία, τόν κατηγόρησαν ὅτι εἶχε πάει στούς κλέφτες νά πουλήση μπαρούτι, οἱ ὁποῖοι βρίσκονταν στά βουνά, γιά αὐτό τόν φυλάκισαν. Ἔτσι οἱ Τοῦρκοι καθημερινά τόν κτυποῦσαν καί τόν πίεζαν νά τουρκέψη. Τότε κάποιος χριστιανός φοβούμενος μή ἐξαπατηθῆ λόγω τῆς ἁπλοϊκότητάς του, μπῆκε στήν φυλακή καί τόν στερέωσε στήν πίστη. Βλέποντας οἱ βασανιστές ὅτι ὁ μάρτυς ἦταν ἀμετάπιστος τόν πῆγαν στόν Βοεβόδα, ὅμως ὁ Μιχαήλ παρ’ ὅλες τίς κολακεῖες καί τά ταξίματα ἔμεινε πιστός στόν νυμφίο του Χριστό. Αὐτός τότε τόν ἔστειλε στόν Καλοπασσιά τῶν Ἰωαννίνων, πού βρισκόταν τότε στήν Ἀθήνα, ὅμως καί πάλι ὁ Μιχαήλ, παρά τίς ὑποσχέσεις δέν τούρκεψε, ἀλλά τούς φώναζε ἀκατάπαυστα, «ἐγώ δέν τουρκίζω, δέν τουρκίζω». Βλέποντας οἱ Τοῦρκοι νά παραμένη ἀμετακίνητος τόν ὁδήγησαν στόν κριτή καί ἐπειδή ἀρνήθηκε καί σέ αὐτόν νά τουρκέψη καταδικάσθηκε σέ ἀποκεφαλισμό. Ἔτσι ὁ μάρτυς τοῦ Χριστοῦ Μιχαήλ στίς 30 Ἰουνίου τοῦ 1770 χωρίς νά δειλιάση καθόλου, ἀλλά μέ πολύ προθυμία καί χαρά, ζητώντας τήν συγχώρεση τῶν χριστιανῶν ἀποκεφαλίσθηκε καί ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου.

Ἀπολυτίκιον (Ἦχος α΄.)

(Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.)

Τοῦ δολίου πατήσας εὐθαρσῶς τὰ φρυάγματα ἐν ἐσχάτοις ἔτεσι, μάκαρ, Ἰησοῦν ὡμολόγησας, αἱμάτων σου δὲ ῥείθροις, Μιχαήλ, ἡγίασας τὴν γῆν τῶν Ἀθηνῶν καί ὑπόδειγμα ἐδείχθης ἅπασιν εὐσεβέσι, πίστει κράζουσι· Δόξᾳ τῷ ποιητῇ σου καί Θεῷ, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ ποδηγέτην σέ στεῤῥόν ἡμῖν δωρήσαντι.

Μεγαλυνάριον

Χαίροις Ἀθηναίων εὖχος σεμνόν, Μιχαὴλ θεόφρον, Νεομάρτυς τοῦ Ἰησοῦ, Ὃν ἀεὶ δυσώπει, ὑπὲρ τῶν ἐκτελούντων, τὴν μνήμην σου τὴν θείαν, καὶ εὐφημούντων σε.