ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. ιε΄ 35-41
35 Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου. 36 Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι. 37 Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν τὸν Ἰωάννην τὸν ἐπικαλούμενον Μᾶρκον· 38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾿ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖν τοῦτον. 39 ἐγένετο οὖν παροξυσμός, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾿ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον. 40 Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε, παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν, 41 διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ι΄ 27-38
27 Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι, 28 κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 ὁ πατήρ μου, ὃς δέδωκέ μοι, μείζων πάντων ἐστί, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου. 30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. 31 Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου· διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με; 33 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν. 34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ἐγὼ εἶπα, θεοί ἐστε; 35 εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, 36 ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον, υἱὸς τοῦ Θεοῦ εἰμι; 37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν αὐτῷ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΙΕΡΟΜΑΡΤΥΣ ΔΩΡΟΘΕΟΣ ΕΠΙΣΚΟΠΟΣ ΤΥΡΟΥ
Στίς 5 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Δωροθέου Ἐπισκόπου Τύρου. Ὁ ἅγιος Δωρόθεος ἔγινε ἐπίσκοπος στήν πόλη τῆς Τύρου κατά τούς χρόνους τοῦ καίσαρα Μαξιμιανοῦ. Ἦταν μορφωμένος καί γνώριζε πολύ καλά τόσο τήν Παλαιά ὅσο καί τήν Καινή Διαθήκη, μάλιστα μᾶς ἄφησε πολλά καί ψυχωφελῆ συγγράμματα γραμμένα στήν ἑλληνική καί στήν λατινική γλῶσσα. Κατά τούς διωγμούς τοῦ Διοκλητιανοῦ, τό 303 ὁ ἅγιος Δωρόθεος ἔφυγε ἀπό τήν Τύρο καί πῆγε στήν Δυσόπολη τῆς Θράκης ὅπου καί παρέμεινε μέχρι τόν θάνατο τοῦ Διοκλητιανοῦ. Κατόπιν ἐπανῆλθε καί πάλι στήν Τύρο, ὅπου ἐποίμανε τήν ἐπισκοπή του μέχρι τούς χρόνους τοῦ Ἰουλιανοῦ, τό 361. Ἐπειδή ὅμως ὁ δυσσεβής Ἰουλιανός ξεκίνησε νά διώκη τούς χριστιανούς ὁ ἅγιος Δωρόθεος ξαναγύρισε στήν Δυσόπολη, ὅπου συνελήφθη ἀπό τούς εἰδωλολάτρες καί βασανίσθηκε ἀνελέητα παρά τό γεροντικό τῆς ἡλικίας του. Ἔτσι ὁ ἀοίδιμος Δωρόθεος παρέδωσε τό πνεῦμα του στόν Κύριό μας σέ ἡλικία ἑκατόν ἑπτά ἐτῶν.
Ἀπολυτίκιον
(Ἦχος δ΄. Ταχύ προκατάλαβε)
Ὡς δώρημα τέλειον, ἐκ τοῦ τῶν φώτων Πατρός, σοφίας τὴν ἔλλαμψιν, ὡς Ἱεράρχης Χριστοῦ, ἐδέξω Δωρόθεε· ὅθεν καὶ πλεονάσας, τὸ σὸν τάλαντον, μάκαρ, ἤθλησας ὑπὲρ φύσιν, βαθυτάτῳ ἐν γήρᾳ, πρεσβεύων Ἱερομάρτυς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μεγαλυνάριον
Χαίροις οὐρανίων μυσταγωγέ, χαίροις τῶν τελείων δωρημάτων ἡ ἀπαρχή, χαίροις τοῦ τῶν πάντων Θεοῦ ἡ εὐκληρία· Δωρόθεε τῆς Τύρου ἔξοχον ἄκουσμα.