Τρίτη 29 Ιουνίου 2021

ΟΙ ΑΠΟΣΤΟΛΟΙ ΠΕΤΡΟΣ ΚΑΙ ΠΑΥΛΟΣ

 29 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. ια΄ 21 – ιβ΄ 9

    21 Κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν. ἐν ᾧ δ᾿ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. 22 Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ· σπέρμα Ἀβραάμ εἰσι; κἀγώ· 23 διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· 24 ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, 25 τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· 26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· 27 ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· 28 χωρὶς τῶν παρεκτὸς ἡ ἐπισύστασίς μου ἡ καθ᾿ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. 29 τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;

 30 εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. 31 ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.

    ιβ΄ 1 Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. 2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· 4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. 6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. 7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. 8 ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ· 9 καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ις΄ 13-19

    13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; 14 οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν. 15 λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγεται εἶναι; 16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. 17 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σάρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. 18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. 19 καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΠΟΣΤΟΛΟΙ ΠΕΤΡΟΣ ΚΑΙ ΠΑΥΛΟΣ

   Στίς 29 Ἰουνίου ἡ Ἐκκλησία τιμᾶ τοὺς κορυφαίους Ἀποστόλους Πέτρο καὶ Παῦλο. Ὁ Ἀπόστολος Πέτρος, ἦταν ἀδελφός τοῦ Ἀποστόλου Ἀνδρέα καὶ καταγόταν ἀπὸ τὴν Βηθσαϊδά, ἀπὸ τὴν φυλὴ τοῦ Συμεών. Ἔζησε κατὰ τοὺς χρόνους τοῦ Ὑρκανοῦ τοῦ ἀρχιερέως τῶν Ἰουδαίων, μὲ μεγάλη πτωχία. Παντρεύτηκε τὴν θυγατέρα τοῦ Ἀριστοβούλου, ὁ ὁποῖος ἦταν ἀδελφός τοῦ Ἀποστόλου Βαρνάβα. Ὁ Ἀπόστολος Πέτρος ἐκήρυξε τὸ Εὐαγγέλιο στὴν ἀρχὴ στὴν Ἰουδαία καὶ τὴν Ἀντιόχεια κατόπιν στὴν περιοχὴ τῆς Μαύρης θάλασσας, στὴν Γαλατία, στὴν Καππαδοκία, στὴν Ἀσία καὶ τὴν Βιθυνία καὶ τέλος στὴ Ρώμη, ὅπου καὶ ἐσταυρώθηκε κατακέφαλα ἀπὸ τὸν Νέρωνα.
Ὁ Ἀπόστολος Παῦλος, τὸ σκεῦος ἐκλογῆς τοῦ Κυρίου, καταγόταν ἀπὸ τὴν φυλὴ τοῦ Βενιαμὶν καὶ κατοικοῦσε στὴ Ταρσὸ τῆς Κιλικίας. Ἦταν φαρισαῖος καὶ μαθητὴς τοῦ νομοδιδασκάλου Γαμαλιὴλ καὶ κατεῖχε τὸν Μωσαϊκὸ νόμο σὲ ὑπερθετικὸ βαθμό. Μάλιστα ἦταν τόσο ἐραστὴς τοῦ παλαιοῦ νόμου, ποὺ πολεμοῦσε μὲ σφοδρότητα τὴν Ἐκκλησία τοῦ Χριστοῦ καὶ μὲ δική του γνώμη ἐφονεύθηκε ὁ πρωτομάρτυς Στέφανος. Κατηχήθηκε καὶ ἐβαπτίσθηκε ἀπὸ τὸν ἅγιο Ἀνανία στὴ Δαμασκό. Ὁ Ἀπόστολος Παῦλος ἐκήρυξε τὸ Εὐαγγέλιο στοὺς ἐθνικοὺς περιοδεύοντας σέ ὅλη τὴν Οἰκουμένη καὶ κατέληξε στὴ Ρώμη, ὅπου καὶ ἀποκεφαλίσθηκε ἀπό τόν αὐτοκράτορα Νέρωνα.

Ἀπολυτίκιον (Ἦχος δ’.)

Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῆ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Μεγαλυνάριον

Πέτρε θεῖον ἅρμα Χερουβικόν, οὐράνιε Παῦλε, ὄχημά τε Σεραφικόν, ἡ πύρινος γλῶσσα, τοῦ Θεανθρώπου Λόγου, πυρός με τῆς γεένης ἀπολυτρώσασθε.