ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. ιδ΄ 20 – ιε΄ 14
20 Kυκλωσάντων δὲ αὐτὸν τῶν μαθητῶν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην. 21 εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν, 22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 23 χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ᾿ ἐκκλησίαν καὶ προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ Κυρίῳ, εἰς ὃν πεπιστεύκασι. 24 καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς Παμφυλίαν, 25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν, 26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 27 Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ᾿ αὐτῶν, καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως. 28 διέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
ιε΄ 1 Καὶ τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως, οὐ δύνασθε σωθῆναι. 2 γενομένης οὖν στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. 3 Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τὴν Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. 4 παραγενόμενοι δὲ εἰς Ἱερουσαλὴμ ἀπεδέχθησαν ὑπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησε μετ᾿ αὐτῶν, καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως. 5 Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως. 6 Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. 7 Πολλῆς δὲ συζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτούς· ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾿ ἡμερῶν ἀρχαίων ὁ Θεὸς ἐν ἡμῖν ἐξελέξατο διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι. 8 καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον καθὼς καὶ ἡμῖν, 9 καὶ οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. 10 νῦν οὖν τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; 11 ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ᾿ ὃν τρόπον κἀκεῖνοι. 12 Ἐσίγησε δὲ πᾶν τὸ πλῆθος καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσι δι᾿ αὐτῶν. 13 Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων· ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. 14 Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν ἐπὶ τῷ ὀνόματι αὐτοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. θ΄ 39 – ι΄ 9
39 Εἶπεν ὁ Ἰησοῦς· εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 40 καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾿ αὐτοῦ, καὶ εἶπον αὐτῷ· μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; 41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν· ἡ οὖν ἁμαρτία ὑμῶν μένει.
ι΄ 1 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· 2 ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. 3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. 4 καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· 5 ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. 6 Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. 7 Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 8 πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9 ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΛΟΥΚΙΛΛΙΑΝΟΣ ΚΑΙ ΤΑ ΣΥΝ ΑΥΤῼ ΝΗΠΙΑ ΚΛΑΥΔΙΟΣ, ΥΠΑΤΙΟΣ, ΔΙΟΝΥΣΙΟΣ, ΠΑΥΛΟΣ ΚΑΙ ΠΑΥΛΗ Η ΠΑΡΘΕΝΟΣ
Στίς 3 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Λουκιλλιανοῦ καί τῶν σύν αὐτῷ τεσσάρων νηπίων, Κλαυδίου, Ὑπατίου, Διονυσίου, Παύλου καί Παύλης τῆς παρθένου καί μάρτυρος. Ὁ ἅγιος Λουκιλλιανός ἦταν ἱερέας τῶν εἰδώλων καί ἔζησε κατά τούς χρόνους τοῦ αὐτοκράτορα Αὐρηλιανοῦ. Ἦταν μεγάλος στήν ἡλικία καί κατοικοῦσε κοντά στήν πόλη τῆς Νικομήδειας. Ὅταν ἔγινε χριστιανός ὁδηγήθηκε στόν ἄρχοντα Σιλβανό καί ἐπειδή δέν ἀρνήθηκε τήν πίστη του στόν Χριστό βασανίσθηκε, κρεμάσθηκε καί τέλος φυλακίσθηκε. Ἐκεῖ βρίσκονταν φυλακισμένα καί τέσσερα νήπια, ἐπειδή ὅμως ἔμεναν ὅλοι ἑδραῖοι στήν πίστη τούς ἔβαλαν σέ ἕνα πυρακτωμένο καμίνι, θείᾳ χάριτι ὅμως ἔβρεξε καί οἱ μάρτυρες τοῦ Χριστοῦ βγῆκαν ἀπό τό καμίνι σῶοι. Γιά τόν λόγο αὐτό ὁ ἄρχοντας τούς ἔστειλε στό Βυζάντιο, γιά νά θανατωθοῦν. Ἐκεῖ τά μέν νήπια ἀποκεφαλίσθησαν, ὁ δέ ἅγιος Λουκιλλιανός παρέδωσε τό πνεῦμα του στόν Κύριο μέ ὀδυνηρό θάνατο. Ἡ ἁγία Παυλίνα ἡ παρθένος ἀκολουθοῦσε τόν ἅγιο Λουκιλλιανό πηγαίνοντας γιά τό Βυζάντιο καί ἐπιμελεῖτο τίς πληγές του. Ὅταν ἐμαρτύρησαν οἱ ἅγιοι, ἀφοῦ συνέλεξε τά λείψανά τους τά ἐνταφίασε. Γιά τήν πράξη της αὐτή καί ἐπειδή δέν πείσθηκε νά θυσιάση στά εἴδωλα δάρθηκε τόσο πολύ πού διαλύθηκαν οἱ σάρκες της· ἄγγελος Κυρίου ὅμως τήν ἔκανε ὑγιῆ. Ὅταν ὁδηγήθηκε καί πάλι στόν ἄρχοντα καί τόν ἔλεγξε, τήν κτύπησαν στό στόμα καί τήν φυλάκισαν. Κατόπιν τήν ἔβαλαν σέ ἀναμμένη κάμινο, ὅμως ἔμεινε ἀβλαβής μετά ἀπό θεία παρέμβαση. Ἔτσι τήν ὁδήγησαν στό Βυζάντιο, ὅπου τήν ἀποκεφάλισαν στόν τόπο πού εἶχαν θανατωθῆ ὁ μάρτυς Λουκιλλιανός μέ τά νήπια καί ἔτσι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου.
Ἀπολυτίκιον
(Ἦχος α΄. Χορός Ἀγγελικός)
Ὡς ἄστρον φαεινόν, ἐκ νυκτὸς τῆς ἀπάτης, ὦ Λουκιλλιανέ, εὐσεβῶς ἀναλάμψας, νομίμως ἠγώνισαι, καὶ τὸν δόλιον ἔκτεινας· ὅθεν πρέσβευε, σὺν τῇ θεόφρονι Παύλῃ καὶ τοῖς τέσσαρσι Παισί, Χριστῷ, Ἀθλοφόρε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μεγαλυνάριον
Σπόρον γεωργήσας τόν λογικόν, Μαρτύρων ἐδρέψω, δι’ ἀθλήσεως τόν καρπόν, δι’ οὗ τούς τιμῶντας, ὦ Λουκιλλιανέ σε, ἐκτρέφεις ἀπορρήτως ἐν θείῳ Πνεύματι.