Σάββατο 26 Ιουνίου 2021

Ο ΟΣΙΟΣ ΔΑΒΙΔ Ο ΕΝ ΘΕΣΣΑΛΟΝΙΚῌ

 26 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. α΄ 7-13

    7 Πᾶσι τοῖς οὖσι ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 8 Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. 9 μάρτυς γὰρ μού ἐστιν ὁ Θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι, 10 πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. 11 ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς, 12 τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. 13 οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ε΄ 42-48

     42 Τῷ αἰτοῦντί σε δίδου καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. 43 Ἠκούσατε ὅτι ἐῤῥέθη, ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. 44 Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς. 45 ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; 47 καὶ ἐὰν ἀσπάσησθε τοὺς φίλους ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι οὕτω ποιοῦσιν; 48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΔΑΒΙΔ Ο ΕΝ ΘΕΣΣΑΛΟΝΙΚῌ

    Στὶς 26 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ὁσίου Δαβίδ, ὁ ὁποῖος καταγόταν ἀπὸ τὴ Θεσσαλονίκη καὶ ἔζησε τὸν 6ο αἰώνα μ.Χ. Ἐπιδόθηκε στὴ φιλανθρωπία καὶ σὲ ἐργασίες ὑπὲρ τῆς πίστεως. Γρήγορα πούλησε τὰ ὑπάρχοντά του καὶ μοίρασε τὰ χρήματα στοὺς φτωχούς, ἐνῶ ὁ ἴδιος προτίμησε τὴ ζωὴ τοῦ ἀναχωρητῆ. Γιὰ τρία χρόνια ἔζησε σὲ μιὰ μικρὴ καλύβη πάνω σ᾽ ἕνα δέντρο. Ὁ Δαβίδ εἶχε ἀποκτήσει μεγάλη φήμη. Ἦταν ἐνάρετος καὶ εὐπαίδευτος ἀναχωρητής, τὸν ὁποῖον ἰδιαίτερα σέβονταν οἱ χριστιανοί. Ἐκοιμήθη ἐν Κυρίῳ κατὰ τὴν ἐπιστροφή του ἀπὸ τὴν Κωνσταντινούπολη. Οἱ Θεσσαλονικεῖς ἔθαψαν τὸν Ὅσιο πανηγυρικῶς. Πολλοὶ μαθητὲς τοῦ Ὁσίου ἐργάστηκαν μὲ ἰδιαίτερο ζῆλο στὸ ἔργο τῆς Ἐκκλησίας.
Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον
(Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.)

Τῇ ἀγάπῃ τοῦ Λόγου, Πάτερ πτερούμενος, ἐπὶ τοῦ δένδρου διῆλθες ἀγγελικὴν βιοτήν, καὶ ἐξήνεγκας ἡμῖν καρποὺς τῆς χάριτος, ἐξ ὧν τρυφῶντες νοητῶς, ἐκβοῶμεν σοι πιστῶς, Δαβὶδ Ὁσίων ἀκρότης· Μὴ διαλίπῃς πρεσβεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγαλυνάριον

Ἤνεγκας ὡς κλῆμα ἐν τῇ Ἐδέμ, ἐστώς ὑπέρ φύσιν, ἐπί δένδρου Πάτερ Δαβίδ, βότρυα ἡδίστους, ἠθῶν δικαιοσύνης, δι’ ὧν ἀεί εὐφραίνεις τούς σέ γεραίροντας.