Σάββατο 29 Μαΐου 2021

Η ΑΓΙΑ ΘΕΟΔΟΣΙΑ Η ΠΑΡΘΕΝΟΣ

 29 Μαΐου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ιβ΄ 1-11

     1 Κατ᾿ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. 2 ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. 3 καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· 4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ.

 6 Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. 7 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων. ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. 8 εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησε δὲ οὕτω. καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. 9 καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. 10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ. 11 καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. η΄ 31-42

      31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, 32 καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 33 ἀπεκρίθησαν αὐτῷ· σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε; 34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. 35 ὁ δέ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. 36 ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. 37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38 ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρί μου λαλῶ· καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν ποιεῖτε. 39 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστι. λέγει αὐτοῖς ὁ Ἰησοῦς· εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. 40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπον οὖν αὐτῷ· ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν, τὸν Θεόν. 42 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾿ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾿ ἐκεῖνός με ἀπέστειλε.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΑΓΙΑ ΘΕΟΔΟΣΙΑ Η ΠΑΡΘΕΝΟΣ

     Στίς 29 Μαΐου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῆς ἁγίας μάρτυρος Θεοδοσίας τῆς παρθένου. Ἡ ἁγία Θεοδοσία κατήγετο ἀπό τήν Τύρο τῆς Φοινίκης. Σέ ἡλικία δεκαοκτώ ἐτῶν συνελήφθη ἀπό τούς εἰδωλολάτρες στήν Καισάρεια τῆς Παλαιστίνης καί ὁδηγήθηκε στόν ἄρχοντα Οὐρβανό, ὁ ὁποῖος τήν πρόσταξε νά θυσιάση στά εἴδωλα. Ἐπειδή ὅμως ἡ ἁγία δέν πείσθηκε τήν ὁδήγησαν σέ φοβερά μαρτύρια, τά ὁποῖα ἦταν τόσο φρικτά πού ἀκόμη καί τά σπλάγχνα καί τά ἐντόσθιά της δέν ἄφησαν ἀβασάνιστα. Ὅμως ἡ Ἁγία Θεοδοσία ἔδειξε μεγάλη ἀνδρεία καί ὑπέμεινε τά βασανιστήρια μέ τέλεια σιωπή. Ὅταν ὁ ἄρχοντας τήν παρακίνησε νά θυσιάση ξανά στά εἴδωλα ἡ ἁγία μέ πολύ θάρρος τοῦ εἶπε «ὦ ἄνθρωπε, μή πλανᾶσαι, δέ καταλαβαίνεις ὅτι ἐγώ ἀξιώθηκα νά γίνω συγκοινωνός τῶν ἁγίων μυστηρίων τοῦ Θεοῦ»; Ὁ ἡγεμόνας βλέποντας τήν παρρησία τῆς ἁγίας μάρτυρος θύμωσε καί πρόσταξε νά τήν βασανίσουν σκληρότερα. Τέλος ἔριξαν τήν μακαρία Θεοδοσία στήν θάλασσα, ὅπου ἔλαβε τόν ἀμάραντο στέφανο τοῦ μαρτυρίου ἀπό τόν ἀγωνοθέτη Κύριο.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ταχύ προκατάλαβε.)

Ὡς δόσιν θεόσδοτον, τὴν παρθενίαν τὴν σήν, ἀγῶσιν ἀθλήσεως, Θεοδοσία σεμνή, τῷ Λόγῳ προσήγαγες· ὅθεν πρὸς ἀθανάτους, μεταστᾶσα Νυμφῶνας, πρέσβευε Ἀθληφόρε, τῷ Δεσπότῃ τῶν ὅλων, ρυσθῆναι ἐκ πολυτρόπων, ἡμᾶς συμπτώσεων.

Μεγαλυνάριον

Δόσει λαμπρυνθεῖσα παρθενικῇ, δόσιν εὐσεβείας, διαυγάζεις ἀθλητικῶς, ὦ Θεοδοσία, Χριστοῦ Παρθενομάρτυς· διὸ κἀμοὶ μετάδος, ἐκ τῶν σῶν δόσεων.