Πέμπτη 6 Μαΐου 2021

Ο ΠΟΛΥΑΘΛΟΣ ΙΩΒ

 6 Μαΐου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. β΄ 38-43

    38 Πέτρος δὲ ἔφη πρὸς αὐτούς· μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. 39 ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν. 40 ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρετο καὶ παρεκάλει λέγων· σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. 41 οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. 42 ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. 43 Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. γ΄ 1-15

    1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων. 2 οὗτος ἦλθε πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ· ῥαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾿ αὐτοῦ. 3 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. 4 λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; 5 ἀπεκρίθη Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 6 τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι. ,7 μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. 8 τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾿ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. 9 ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ· πῶς δύναται ταῦτα γενέσθαι; 10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; 11 ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 12 εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; 13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. 14 καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, 15 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΠΟΛΥΑΘΛΟΣ ΙΩΒ

    Στίς 6 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ἁγίου, δικαίου, πολυάθλου καὶ Προφήτου Ἰώβ, ὁ ὁποῖος καταγόταν ἀπὸ τὴν Αὐσίτιδα, στὰ σύνορα Ἰδουμαίας καὶ Ἀραβίας. Προφήτευσε ἐπὶ σαράντα πέντε χρόνια καὶ ἤκμασε ἀρκετοὺς αἰῶνες πρὸ τῆς ἐλεύσεως τοῦ Χριστοῦ. Ἡ ζωή του ὑπῆρξε περιπετειώδης, ἀφοῦ δέχτηκε φοβερὲς δοκιμασίες στὴ ζωή του. Ἔμεινε ὅμως σταθερὸς καὶ ποτέ δὲν βλασφήμησε τὸν Θεόν. Στὸ βιβλίο «Ἰὼβ» ἀναφέρονται ὅλα ὅσα ὑπέφερε ὁ ἄνθρωπος τοῦ Θεοῦ. Ἀξιοθαύμαστη ὑπῆρξε ἡ ὑπομονή του. Μετὰ τὶς δοκιμασίες, ἡ ζωή του ἐπανῆλθε στοὺς κανονικοὺς ρυθμοὺς καὶ ἔζησε ἀρκετὰ ἀκόμη χρόνια.

Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

«Ὡς τῆς ἀνδρείας ἀκαθαίρετος πύργος, τὰς τοῦ βελίαρ ἀπεκρούσω ἐφόδους, καὶ ἀκλινὴς διέμεινας σοφὲ ἐν πειρασμοῖς· ὅθεν χαρακτῆρά σε, ἀρραγοῦς καρτερίας, καὶ λαμπρὸν ὑπόδειγμα, ἀρετῶν οὐρανίων, ἡ Ἐκκλησία μέλπει σε Ἰώβ, λαμπρυνομένη τοῖς σοῖς προτερήμασι».

Μεγαλυνάριον

Τύπος ἐκπαιδεύων πρός ἀρετήν, ἐν παντί τῷ βίῳ σύ ὑπάρχεις Πάτερ Ἰώβ· ἐν γάρ ἀπορίᾳ, καί πλούτου δαψιλείᾳ, θεράπων ἀνεδείχθης τοῦ Λόγου δόκιμος.