ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. η΄ 18-25
18 Ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα 19 λέγων· δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα Ἅγιον. 20 Πέτρος δὲ εἶπε πρὸς αὐτόν· τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. 21 οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. 22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· 23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. 24 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε· δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾿ ἐμὲ ὧν εἰρήκατε. 25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ς΄ 35-39
35 Εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε. 36 ἀλλ᾿ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. 37 Πᾶν ὃ δίδωσί μοι ὁ πατήρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω· 38 ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. 39 τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με πατρός, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΜΕΜΝΩΝ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ
Στίς 19 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Μέμνονος τοῦ θαυματουργοῦ. Ὁ ἅγιος Μέμνων ἀφοῦ ἐγκατέλειψε τόν κόσμο καί τά τοῦ κόσμου ἔγινε μοναχός γιά τήν ἀγάπη τοῦ Χριστοῦ καί ζοῦσε μέ ὑπακοή καί ὑπομονή. Προόδευσε τόσο πολύ στήν ἀρετή, ὥστε ὁ Θεός τόν ἀξίωσε νά γίνη καί ἡγούμενος στήν Μονή τῆς μετανοίας του καί τόν στόλισε μέ τίς ἀρετές τῆς ἀγάπης, τῆς πραότητας καί τῆς θαυματουργίας. Ὅταν κάποτε ἔπεσαν ἀκρίδες στά χωράφια τῆς Μονῆς ὁ ἅγιος Μέμνων, ἀφοῦ προσευχήθηκε, ἔδιωξε τίς ἀκρίδες καί τίς ὁδήγησε σέ ἕνα ποταμό, ὅπου πνίγηκαν. Ἐπίσης ἀνέβλυσε νερό σέ ἄνυδρη περιοχή μέ τήν προσευχή του. Ἄλλη φορά προστάτεψε τούς ναῦτες ἑνός πλοίου, τό ὁποῖο βρισκόταν σέ θαλασσοταραχή. Ὅταν οἱ ναῦτες ἐπικαλέσθηκαν τόν ὅσιο, αὐτός ἐμφανίσθηκε καί ἐπιστατοῦσε τό πλοῖο μέχρι πού τό ὁδήγησε ἀβλαβές σέ κάποιο λιμάνι. Ἔτσι ἔζησε ὁ ἅγιος προσφέροντας τίς εὐεργεσίες του σέ ὅσους τόν ἐπικαλοῦνταν καί ἀφοῦ εὐαρέστησε τόν Θεό κοιμήθηκε ἐν Κυρίῳ καί ἀξιώθηκε τῆς οὐρανίας μακαριότητας.
Ἀπολυτίκιον (Θείας πίστεως)
Χαίρει ἄπασα ἡ Βαρωσίων, πόλις ἔνδοξε, μετ’ εὐλάβειας, τῷ πανσέπτῳ ναῷ σου προστρέχουσα, ὡς ἀντιλήπτορα μέγιστον ἔχουσα, καί σοί βοῶσα ὦ πάτερ θεόπνευστε˙ Μέμνον ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.