ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. δ΄ 1-10
1 Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, 2 διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν· 3 καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. 4 πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε.
5 Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ γραμματεῖς εἰς Ἱερουσαλήμ, 6 καὶ Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ, 7 καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνοντο· ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; 8 τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπε πρὸς αὐτούς· ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ, 9 εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, 10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. γ΄ 16-21
16 Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον. 17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ. 18 ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ. 19 αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα. 20 πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· 21 ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΜΩΚΙΟΣ
Στίς 11 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Μωκίου. Ὁ ἅγιος Μώκιος ἔζησε στούς χρόνους τοῦ ρωμαίου αὐτοκράτορα Διοκλητιανοῦ. Οἱ γονεῖς του ἦταν πλούσιοι καί εὐγενεῖς καί κατάγονταν ἀπό τήν Ρώμη. Ἐπειδή διακρινόταν γιά τήν ἀγάπη του πρός τήν Ἐκκλησία καί τήν εὐσέβεια, χειροτονήθηκε ἱερέας στήν Ἐκκλησία τῆς Ἀμφίπολης, στήν Ἀνατολική Μακεδονία, ὅπου ὑπηρέτησε τό ποίμνιό του μέ μεγάλη αὐταπάρνηση, διδάσκοντάς το τίς ἐντολές, τήν πίστη στόν ἕνα Θεό καί τήν ἀποχή ἀπό τά εἴδωλα. Ὅταν ὁ Ἀνθύπατος τῆς Λαοδικίας προσέφερε θυσία στήν ψεύτικη θεότητα τοῦ Διοσκόρου, ὁ ἅγιος Μώκιος ἐμπνεόμενος ἀπό θεῖο ζῆλο γκρέμισε τόν εἰδωλολατρικό βωμό. Ἔτσι τόν συνέλαβαν καί ἀφοῦ ὁμολόγησε μέ παρρησία ὅτι ὁ Χριστός εἶναι ὁ μόνος Θεός, τόν ὑπέβαλαν σέ φρικτά βασανιστήρια· τοῦ ξέσκισαν τήν κεφαλή, τά πλευρά καί τὶς σιαγόνες. Κατόπιν ἄναψαν μία τεράστια φωτιά, ὅπου τόν ἔβαλαν μέσα· ὁ Θεός ὅμως τόν προστάτεψε, ἀφοῦ ὄχι μόνο δέν πειράχθηκαν οἱ τρίχες τῆς κεφαλῆς του, ἀλλά ἐπέτρεψε ὁ Θεός, νά κατακαοῦν ὁ Ἀνθύπατος καί οἱ ἄνθρωποί του. Ἡ παρρησία ὅμως τοῦ ἀοίδιμου Μωκίου προκάλεσε τήν ὀργή ἑνός ἄλλου Ἀνθυπάτου, ὁ ὁποῖος διέταξε νά τόν συνθλίψουν ἀνάμεσα σέ δύο τροχούς, ὅμως καί πάλι ἡ πρόνοια τοῦ Θεοῦ τόν προστάτεψε. Τέλος, τόν ἔριξαν στά ἄγρια θηρία, ἀπό τά ὁποία καί πάλι φυλάχθηκε ἀβλαβής. Ἔτσι ὁ Ἀνθύπατος τόν ἔστειλε στό Βυζάντιο, ὅπου ἐκεῖ ὁ μακάριος Μώκιος ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου διά ἀποκεφαλισμοῦ. Τό ἅγιο λείψανό του ὁ Μέγας Κωνσταντῖνος ἀργότερα τό κατέθεσε σέ περικαλλῆ ναό, πού ἀνέγειρε πρός τιμή του.
Ἀπολυτίκιον (Ἦχος α’. Χορός ἀγγελικός)
Χριστῷ ἱερουργῶν, ἱερεὺς ὢν τῆς δόξης, θυσίαν λογικήν, καὶ ὁλόκληρον θῦμα, ἀθλήσεως ἄνθραξι, σεαυτὸν προαενήνοχας, ὅθεν Μώκιε, διπλῶ στεφάνω σὲ στέφει, ὁ δοξάσας σε, ὡς δοξασθεῖς σοῦ τοὶς ἄθλοις, Χριστὸς ὁ φιλάνθρωπος.
Μεγαλυνάριον
Μωκώμενος πλάνην τήν δυσσεβῇ, ὡς τῆς εὐσεβείας, θεορρήμων ἱερουργός, ἤσχυνας τοῖς ἄθλοις, ἐν ἀσθενείᾳ Μάρτυς, τοῦ σκότους τόν προστάτην Μώκιε ἔνδοξε.