Δευτέρα 12 Απριλίου 2021

Ἡ ὥρα τῆς προσευχῆς: τό Ψαλτήριον (125)

Ψαλμός 125
᾿ῼδὴ τῶν ἀναβαθμῶν. - ΕΝ Τῼ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. 2 τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ᾿ αὐτῶν. 3 ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. 4 ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ. 5 οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι. 6 πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.