Σάββατο 13 Μαρτίου 2021

ΑΓΙΟΣ ΝΙΚΗΦΟΡΟΣ ΠΑΤΡΙΑΡΧΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

 13 Μαρτίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. ε΄ 22 – ς΄ 2

    22 Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. 24 οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. 25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.

    ς΄ 1 Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2 ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ς΄ 1-13

      1 Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. 2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. 3 σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, 4 ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. 5 Καὶ ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ἂν φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. 6 σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸν ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. 7 Προσευχόμενοι δὲ μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. 8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. 9 οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· 10 ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· 11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· 12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· 13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΝΙΚΗΦΟΡΟΣ ΠΑΤΡΙΑΡΧΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

      Στὶς 13 Μαρτίου ἡ Ἐκκλησία μας τιμᾶ τὸν Ἅγιο Νικηφόρο Πατριάρχη Κωνσταντινουπόλεως ἐπὶ τῇ ἀνακομιδῇ τοῦ Ἱεροῦ Λειψάνου του. Ἡ μνήμη του ἑορτάζεται στὶς 2 Ἰουνίου. Ὁ Ἅγιος Νικηφόρος χειροτονήθηκε Οἰκουμενικὸς Πατριάρχης τὸ 802, διαδεχθεὶς τὸν Ἅγιο Ταράσιο. Ὁ Συναξαριστὴς μᾶς πληροφορεῖ γιὰ τὴν μετέπειτα δράση τοῦ Ἁγίου: «Ἐπὶ Λέοντος τοῦ Ε´, σφοδροῦ πολεμίου τῶν Ἁγίων Εἰκόνων, ἠναγκάσθη νὰ παραιτηθῇ περὶ τὰ μέσα Μαρτίου τοῦ ἔτους 815. Ἐπειδὴ ὁ Νικηφόρος ἀνθίστατο εἰς τὴν ἐκτέλεσιν τοῦ εἰκονομάχου διατάγματος τοῦ βασιλέως, μίαν νύκτα τοῦ μηνὸς τούτου ἀπόσπασμα στρατιωτῶν ἐζήτησε νὰ ἐκπορθήσῃ τὸ πατριαρχεῖον. Τὴν ἔφοδον ἀπέκρουσαν πολυάριθμοι μοναχοὶ συνηθροισμένοι ἐκεῖ διὰ τοιοῦτον ἐνδεχόμενον, κατεστράφησαν ὅμως ἀρκεταὶ εἰκόνες Ἁγίων». Ἐπακολούθησαν θλιβερὰ γεγονότα καὶ ὁ Ἅγιος Νικηφόρος ἀνεχώρησε ἀπὸ τὴν Πόλη.
Μετὰ τὸ θάνατο τοῦ αὐτοκράτορα Λέοντα, ἀνῆλθε στόν αὐτοκρατορικό θρόνο ὁ Μιχαήλ Γ΄ τό 843. Λόγῳ τῆς μικρῆς ἡλικίας του, ἦταν μόλις ἕξι χρονῶν, ἡ ἐξουσία περιῆλθε στήν μητέρα του Θεοδώρα, ἡ ὁποία διέκειτο ἐχθρικά πρός τούς εἰκονομάχους. Γιά τόν λόγο αὐτό καθαιρέθηκε ὁ εἰκονομάχος Πατριάρχης Ἰωάννης ὁ Γραμματικός καί στόν πατριαρχικό θρόνο ἀνῆλθε ὁ ἅγιος Πατριάρχης Μεθόδιος. Ὁ ἅγιος Πατριάρχης συμβούλεψε τήν βασίλισσα Θεοδώρα νά φέρη πίσω στήν Κωνσταντινούπολη τό τίμιο λείψανο τοῦ ἁγίου Πατριάρχου Νικηφόρου, ὁ ὁποῖος λόγῳ τοῦ ὀρθοδόξου φρονήματός του εἶχε ἐξορισθεῖ καί εἶχε τελειώσει τήν ζωή του στήν ἐξορία. Ἔτσι ἔστειλαν ἀνθρώπους μαζί μέ τήν ἀκολουθία τοῦ Πατριάρχη Μεθοδίου, ἱερέων καί μοναχῶν, οἱ ὁποῖοι ἀφοῦ βρῆκαν τό τίμιο λείψανο ὁλόκληρο καί τελείως ἄφθαρτο μετά ἀπό δεκαεννέα χρόνια τό ἔβαλαν σέ βασιλικό πλοῖο καί τό ἔφεραν στήν Κωνσταντινούπολη. Ὅταν τό πλοῖο ἔφθασε στά περίχωρα τῆς Πόλης ὁ βασιλέας καί ἡ Σύγκλητος βγῆκαν νά τό προϋπαντήσουν μέ λαμπάδες καί ὕμνους. Μέ πομπή πῆγαν στήν μεγάλη ἐκκλησία τῆς Ἁγίας Σοφίας, ὅπου ἔκαναν ἀγρυπνία καί τήν ἑπομένη ἡμέρα καί πάλι μέ πομπή ἔφεραν τό ἱερό λείψανο στήν ἐκκλησία τῶν Ἁγίων Ἀποστόλων, ὅπου καί τό ἐναπέθεσαν.

Ἀπολυτίκιον (Θείας Πίστεως)

Θήκη ἔνθεος, καὶ ζωῆς πλήρης, ἀναδέδεικται, τὴ Ἐκκλησία, ἡ σορὸς τῶν μυριπνόων λειψάνων σου ἧς τὴ σεπτὴ κομιδῆ κομιζόμεθα, τᾶς δωρεᾶς Νικηφόρε τοῦ Πνεύματος. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.