ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
(Μεγάλου Ἀποδείπνου)
Λκ. κα΄ 8-36
8 Ὁ δὲ εἶπε· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικε. μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. 9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾿ οὐκ εὐθέως τὸ τέλος.10 τότε ἔλεγεν αὐτοῖς· ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, 11 σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπ᾿ οὐρανοῦ μεγάλα ἔσται. 12 πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· 13 ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον.
14 θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. 16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, 17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· 18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· 19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. 20 ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. 21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, 22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσι τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα. 23 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ τότε ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ, 24 καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη, καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν ἄχρι πληρωθῶσι καιροὶ ἐθνῶν. 25 Καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου, 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν. 29 Καὶ εἶπε παραβολὴν αὐτοῖς· ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα. 30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ᾿ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν. 31 οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ. 32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. 33 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. 34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιοτικαῖς, καὶ αἰφνίδιος ἐφ᾿ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη· 35 ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΜΑΝΟΥΗΛ
ΤΗΝ 15 Μαρτίου ἡ Ἐκκλησία μας τιμᾶ τὸν Νεομάρτυρα Μανουήλ, ὁ ὁποῖος ἐμαρτύρησε στὴν Χίο τὸ 1792. Ὁ μάρτυς Μανουὴλ γεννήθηκε στὰ Σφακιὰ τῆς Κρήτης ἀπὸ γονεῖς χριστιανοὺς καὶ σὲ νεαρὰ ἡλικία βλέποντας οἱ Τοῦρκοι ὅτι ἦταν ἱκανὸς καὶ ἐργατικὸς, τὸν ἐτούρκισαν χωρὶς τὴν θέλησή του καὶ τὸν περιέτμησαν. Ὁ Μανουὴλ ἐπειδὴ ἦταν θεοσεβής, ἀφοῦ ἐξομολογήθηκε τὴν ἁμαρτία του, ἔφυγε ἀπὸ τὴν Κρήτη καὶ πῆγε στὴν Μύκονο, ὅπου ἀναμυρώθηκε καί ἔγινε πάλι χριστιανός, νυμφεύθηκε καὶ ἔκανε οἰκογένεια. Ἐπειδὴ ἡ γυναίκα του ἐπρόδιδε τὴν τιμή της, ἀναγκάζεται ὁ Μανουὴλ νὰ πάρη τὰ παιδιά του καὶ νὰ πάη σὲ ἄλλο σπίτι. Κάποια μέρα γυρνώντας ἀπὸ τὴν Σάμο στὴν Μύκονο τὸ καράβι τοῦ πασᾶ τὸν ἐσταμάτησε νὰ τοῦ κάνη ἔλεγχο. Στό καράβι αὐτό ἐργαζόταν ὁ ἀδελφός τῆς γυναίκας του, ἄνθρωπος κακὸς στὸν χαρακτήρα καὶ τὸν ἐμαρτύρησε ὅτι ἦταν πρῶτα μουσουλμάνος. Ὁ εὐλογημένος Μανουὴλ σὲ ἐρώτηση τῶν Τούρκων, ἐὰν ἀληθεύη, ἀπάντησε ὅτι Χριστιανὸς γεννήθηκε, Χριστιανὸς εἶναι καὶ Χριστιανὸς θὰ πεθάνη. Γιὰ τὴν ἀπάντηση αὐτὴ ὁ πασὰς τὸν παρέδωσε νὰ βασανισθῆ σκληρά. Ὅταν μάλιστα ἔφθασε στὴν Χίο τὸν παρέδωσε στὸν πασὰ τῆς βασιλικῆς ἁρμάδας, ποὺ βρισκόταν ἐκεῖ καὶ ὁ ὁποῖος, ἀφοῦ βεβαιώθηκε γιὰ τὴν περιτομή του, ἐπρόσταξε νὰ τὸν ἀποκεφαλίσουν. Ὁ μάρτυς τοῦ Χριστοῦ Μανουὴλ, ὅταν ἔφτασε στὸν τόπο τοῦ μαρτυρίου, ἀπὸ μόνος του ἐγονάτισε, καὶ ἀφοῦ ἔκλινε τὸ κεφάλι του, ἐπερίμενε μὲ χαρὰ τὸν θάνατο. Βλέποντας ὁ δήμιος τὸ ἀτάραχο τοῦ Μανουὴλ ἐδειλίασε. Τότε ἄλλος ἀγαρηνὸς ἀνέλαβε τήν θανάτωσή του. Ἀφοῦ τὸν ἔρριξε καταγῆς τὸν ἔσφαξε σὰν πρόβατο ἀληθινό τοῦ Χριστοῦ καὶ ἔτσι ἡ ἁγία ψυχὴ τοῦ μάρτυρος Μανουὴλ ἀνέβηκε στοὺς οὐρανούς. Τὴν ἑπομένη ἡμέρα βλέποντας ὁ πασὰς τὴν χαρὰ τῶν χριστιανῶν γιὰ τὴν τελείωση τοῦ Μανουὴλ ἐπρόσταξε νὰ ρίξουν τὸ ἅγιο Λείψανό του στὴν θάλασσα.