ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. ια΄ 24-26, 32-40
24 Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, 25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, 26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.
32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. α΄ 44-52
44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. 45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. 48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. 49 λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 50 ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. 52 καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ
Τήν πρώτη Κυριακή τῶν Νηστειῶν, ἡ Ἐκκλησία μας ἑορτάζει την
Ὀρθοδοξία, τήν ἀναστήλωση δηλαδή τῶν ἁγίων καί σεπτῶν Εἰκόνων. Τό 726,
βασιλεύοντος τοῦ Λέοντος τοῦ Ἰσαὐρου, ξεκίνησε ἡ φοβερή αἵρεση τῆς
εἰκονομαχίας, η ὁποία θεωροῦσε την προσκύνηση τῶν ἱερῶν εἰκόνων
εἰδωλολατρία. Ἡ αἵρεση αὐτή καταταλαιπώρησε την αὐτοκρατορία ἐπί ἕναν
αἰώνα. Πολλοί Πατριάρχες, ἱερεῖς, μοναχοί ἀλλά καί ἁπλοί πιστοί
διώχθηκαν, ἐξορίσθηκαν, φυλακίσθηκαν, βασανίστηκαν καί ἀκόμα μαρτύρησαν
ὑπερασπιζόμενοι τά ὀρθόδοξα δόγματα. Τό 787 ὁ πατριάρχης
Κωνσταντινουπόλεως Ταράσιος συνεκάλεσε τήν ἑβδόμη οἰκουμενική σύνοδο, ἡ
ὁποία ἀπέδειξε καί ἐκύρωσε, ὅτι ἡ προσκύνηση τῶν ἁγίων εἰκόνων εἶναι
ἀρχαιοτάτη καί συνηθιζόταν ἤδη ἀπό τήν ἐποχή τῶν ἁγίων Ἀποστόλων.
Δυστυχῶς ἀργότερα βασίλευσαν ξανά εἰκονομάχοι αὐτοκράτορες καί το 815
ἀναζωπυρώθηκε ἡ εἰκονομαχία. Νέοι διωγμοί καί βασανιστήρια ξεκίνησαν για
ὅσους ἔμεναν σταθεροί στήν σωστή πίστη.
Τέλος, ὁ Θεόφιλος ὑπῆρξε φοβερός πολέμιος τῶν ἱερῶν εἰκόνων,
διώχθηκαν δέ καί βασανίστηκαν μέ ἐντολές του πολλοί πιστοί. Ἀφοῦ
βασίλευσε ἐπί δώδεκα χρόνια, ἀρρώστησε ἀπό δυσεντερία, τό δέ στόμα του
ἄνοιξε τόσο πολύ, ὥστε φάνηκαν τά σωθικά του. Μπροστά σέ αὐτό τό ἐλεεινό
θέαμα ἡ εὐβλαβής βασίλισσα Θεοδώρα λυπήθηκε πολύ καί ἀργότερα εἷδε στόν
ὕπνο της ἀγγέλους νά δέρνουν καί να ὀνειδίζουν τόν σύζυγό της. Ὄταν
ξύπνησε, ὁ Θεόφιλος τῆς εἶπε μέ κόπο: “ἀλλοίμονο σέ μένα τόν ἄθλιο,
διότι μέ δέρνουν γιά τίς ἅγιες εἰκόνες”. Ἡ Θεοδώρα ἔβαλε ἀμέσως ἐπάνω
του τήν εἰκόνα τῆς Θεοτόκου καί τήν παρακαλοῦσε νά σώσει τόν βασιλιά.
Τότε ὁ Θεόφιλος πῆρε τό ἐγκόλπιο ἑνός τῶν παρισταμένων καί τό
καταφίλησε. Ἀμέσως ἐπανῆλθε ὀ λάρυγγάς του στή φυσική του κατάσταση καί
ἐκοιμήθη ὁμολογῶντας ὅτι πρέπει νά τιμοῦμε καί να σεβόμαστε τίς ἅγιες
εἰκόνες.
Τό 843 ἡ εὐσεβής βασίλισσα ἔστειλε προστάγματα παντοῦ γιά νά
τοποθετηθοῦν πάλι οἵ σεπτές εἰκόνες στήν ἁρμόζουσα θέση καί νά
ἐλευθερωθοῦν ὅσοι βρίσκονταν στή φυλακή ἐξαιτίας τῆς εἰκονομαχίας.
Διατρανώθηκε παντοῦ, ὅτι τιμῶντας τίς ἁγίες εἰκόνες ἡ τιμή μεταβαίνει
στό πρωτότυπο, ἡ δέ προσκύνησή τους εἶναι σχετική καί ὄχι λατρευτική. Ὁ
λαός συναθροίσθηκε στή μεγάλη Ἐκκλησία μαζί μέ τούς ἱερεῖς καί τήν
βασίλισσα μέ κεριά καί λαμπάδες. Λιτάνευσαν τίς σεβάσμιες Εἰκόνες
ἀνακράζοντας τό Κύριε Ἐλέησον. Ἔκτοτε γίνεται κάθε χρόνο ἡ πανηγυρική
ἀνάμνηση τοῦ γεγονότος αὐτοῦ, γιά νά μήν ξαναπέσουμε σέ αὐτήν τήν
αἵρεση.
Ἀπολυτίκιον
Τήν
ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν, τῶν
πταισμάτων ἡμῶν, Χριστέ ὁ Θεός· βουλήσει γάρ ηὐδόκησας σαρκί, ἀνελθεῖν
ἔν τῷ Σταυρῷ, ἴνα ρύσῃ οὕς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν
εὐχαρίστως βοῶμεν σοι· Χαρᾶς ἐπλήρωσας τά πάντα, ὁ Σωτήρ ἡμῶν,
παραγενόμενος εἰς τό σῶσαι τόν κόσμον.