Τετάρτη 17 Φεβρουαρίου 2021

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΦΩΤΙΟΝ (ΠΑΠΑ-ΦΩΤΗΝ) ΤΟΝ ΚΑΤΑΠΕΦΡΟΝΗΜΕΝΟΝ ΛΑΥΡΙΩΤΗΝ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΝ

 

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)

 

Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. (Ψαλμ. 145, 2)

*******************************************************************

Δρος Χαραλάμπους Μ. Μπούσια

Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας


ΚΑΝΩΝ   ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ

ΦΩΤΙΟΝ (ΠΑΠΑ-ΦΩΤΗΝ)

ΤΟΝ ΚΑΤΑΠΕΦΡΟΝΗΜΕΝΟΝ

ΛΑΥΡΙΩΤΗΝ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΝ


Ἀθῆναι   2021

 

ΚΑΝΩΝ   ΠΑΡΑΚΛΗΤΙΚΟΣ

 

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ

 

ΦΩΤΙΟΝ (ΠΑΠΑ-ΦΩΤΗΝ)

 

ΤΟΝ ΚΑΤΑΠΕΦΡΟΝΗΜΕΝΟΝ

 

ΛΑΥΡΙΩΤΗΝ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΝ

 

Κοιμηθέντος ἐν εἰρήνῃ τῇ Ε΄ Μαρτίου τοῦ 2010.

 

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

 

*****************************************************

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ  Κύριε εἰσάκουσον μεθ' ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως, καὶ τὸ ἑξῆς·

 

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

 

θῶν χρηστότητος τὸ πάμφωτον σέλας,

Παμφίλλων γόνον, ἀσκητὴν Λαυριώτην,

φωτίζοντα τὴν ζόφωσιν ἡμῶν τῶν παθῶν,

Φώτιον, τιμήσωμεν, τὸν σαλότητι τρόπων

λάμψαντα ὡς ἥλιον ἐν ἐσχάτοις τοῖς χρόνοις,

καὶ τὰς αὐτοῦ πρὸς Κύριον εὐχάς,

τὸν Φωτοδότην Χριστόν, αἰτησώμεθα. 

 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,

τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.

Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα

τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;

Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;

Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·

σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

 

Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·

 

" Φώτιε, εὐχαῖς σου τρίβους μου φώτισον.Χ."

 

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

 

Φωτίζων μὴ παύσῃ ταῖς ἀστραπαῖς

εὐχῶν σου ἐνθέρμων

πρὸς τὸν Κύριον τὰς ὁδοὺς

ἡμῶν, μάκαρ Φώτιε, τῶν πάντων,

Φῶς τὸ ἀπρόσιτον, μόνον φιλάνθρωπον.

 

ς ὄφεων πάντων τῶν νοητῶν

διώκτην προθύμως

εὐφημήσωμεν οἱ πιστοὶ

νῦν Φώτιον, ἄκρᾳ ταπεινώσει

τὸν διελθόντα τοῦ βίου τὸν δόλιχον.

 

Τὸ πύρσευμα πάντων τῶν ἀρετῶν,

φανὸν τῆς σοφίας

καὶ πτωχείας τοῦ Ἰησοῦ

φωστῆρα τιμήσωμεν βοῶντες·

Φώτιε, λῦσον παθῶν ἡμῶν ζόφωσιν.

Θεοτοκίον.

 

λέωσαι Κύριον καὶ Θεὸν

ἡμῖν, Θεοτόκε,

καταφεύγουσιν ἐν δεινοῖς

σῇ χάριτι, Κεχαριτωμένη,

θεοπειθέσι Φωτίου δεήσεσι.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

 

Εὐσυμπάθητε πάτερ,

ὁ τῶν πτωχῶν πρόμαχος

καὶ ἐμπεριστάτων προστάτης,

Φώτιε Ὅσιε,

ὁ ἐπενδύτην φορῶν,

φεῦ, τετριμμένον, τὰς χρείας

τῶν πιστῶν θεράπευσον

χάριτι θείᾳ σου.

 

λεγκτὰ τῶν ἀνόμων

καὶ ἀσεβῶν, Φώτιε,

ὁ ἐν ἀλητείᾳ βιώσας

καὶ καταφρόνησιν

τοῦ κόσμου ὡς θησαυρὸν

ἔχων ἀσύλητον, δόξης

θείας καταξίωσον

τοὺς μελῳδοῦντάς σε.

 

περεύχου τῶν πίστει,

θεοσεβὲς Φώτιε,

σὲ ὑμνολογούντων ὡς κέρας

τῆς ταπεινώσεως,

καὶ ἄκρας ὑπομονῆς

ἐν κόσμου καταφρονήσει,

Λαυριῶτα Ὅσιε

ἱερομόναχε.

 

Θεοτοκίον.

 

Χαῖρε, σκέπη τοῦ κόσμου,

Μῆτερ Θεοῦ ἄχραντε,

Κεχαριτωμένη Παρθένε,

ἡ διασῴζουσα

ἐκ χαλεπῶν συμφορῶν

καὶ πειρασμῶν καὶ κινδύνων

εὐσεβεῖς ἑκάστοτε

σὲ μεγαλύνοντας.

 

Διάνοιξον

ἡμῶν τὸ ὄμματα, Φώτιε μάκαρ, βλέπειν

τὰ συμφέροντα τῶν ψυχῶν, ἃ ἔβλεπες ὄμμασιν

ἐν βίῳ πενίας καὶ ἀνεχείας.

 

πίβλεψον

ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,

ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν

καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.

 

πλοῦν, ταπεινόν, ῥακένδυτον, φιλόπονον,

σεμνόν, ἀγαθὸν λευΐτην, ἀνυπόδητον

καὶ θεόπνουν Φώτιον

ἀσεβῶν ὡς δριμύτατον ἔλεγχον

καὶ εὐσεβῶν προστάτην ἐν δεινοῖς

ἀνύστακτον πάντες μακαρίσωμεν.

 

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

 

νυμνοῦντές σε, Φώτιε,

ὡς Μεγίστης Λαύρας σεπτὸν οἰκήτορα,

ἐκδεχόμεθα σὴν εὔνοιαν,

προστασίαν θείαν καὶ ἀντίληψιν.

 

ατρεύεις νοσήματα,

Φώτιε, ἀνίατα τῶν προσφύγων σου,

οὐρανόθεν τῇ δοθείσῃ σοι

χάριτι, λευῗτα ἐνθεώτατε. 

 

Σὲ γεραίροντες, Φώτιε,

προσκυνοῦμεν τάφον ἐν κώμῃ Τρίγωνα,

σὸν πανίερον, ἐκβλύζοντα

νάματα σῆς χάριτος ἀείῤῥυτα.

 

Θεοτοκίον.

 

Σκέπε πάντας ἱκέτας σου

ἐν τῇ σκέπῃ, Δέσποινα, τῶν πτερύγων σου,

τοὺς προσφεύγοντας σῇ χάριτι,

ὡς αὐτῆς νοσσία ὄρνις, ἄχραντε.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

 

σιε Χριστοῦ,

ὁ τῶν τρόπων σου σαλότητι

ἀποφεύγων τῶν ἀνθρώπων τὰς τιμάς,

οὐρανοῦ ἡμᾶς πολίτας δεῖξον, Φώτιε. 

 

μνοις καὶ ᾠδαῖς

τὴν σὴν μνήμην καταστέφοντες

ἐκδεχόμεθα πρεσβείας σου θερμὰς

πρὸς Χριστόν, Θεοῦ Υἱόν, τρισμάκαρ Φώτιε.

 

Τεῖχος ἀῤῥαγὲς

προστασίας τῶν τιμώντων σε

ἀνεδείχθης ἐν κινδύνοις, ἱερεῦ

ὁσιώτατε, τῆς Λέσβου γέρας, Φώτιε.

 

Θεοτοκίον.

 

ῦσαι πειρασμῶν

καὶ παντοίων περιστάσεων

τοὺς ἱκέτας σου Φωτίου προσευχαῖς,

Θεοτόκε, θεῖον Τόκον σου δοξάσαντος.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

 

άσεων ποταμὸς πολύῤῥυτος

ὁ πανίερός σου τάφος ἐπώφθη,

θεραπευτὰ χαλεπῶν νοσημάτων,

ὁ εἰληφὼς ἰαμάτων τὸ χάρισμα

ὡς ἀντιμίσθιον μωρῶν

προσποιήσεων σῶν, πάτερ Φώτιε.

 

Βοήθησον πᾶσι δεομένοις σου,

τῶν παθῶν τῆς σκοτομήνης διῶκτα

φωτὶ τῆς σῆς, ἱερεῦ, συμπαθείας

πρὸς πάντας εἰς ἁμαρτίας τοὺς πίπτοντας

τῷ λάκκῳ, οὓς σεπτῇ χειρὶ

πρεσβειῶν σου ἐξάγεις, φιλάνθρωπε. 

 

δήγησον ὑμνητάς σου, Φώτιε,

πρὸς λειμῶνας σωτηρίας ἐνδρόσους,

ὁ ὁδηγήσας εἰς Ἄθωνα πόδας

νεανικούς σου, ἐν ᾦ καὶ ἀπέλαβες

τὸ σχῆμα τὸ μοναχικὸν

καὶ ἐδείχθης φανὸς Θείου Πνεύματος.

 

Θεοτοκίον.

 

μνοῦμέν σε ὡς πιστῶν διάσωσμα,

Θεομῆτορ, καὶ προσφεύγομεν πίστει

σῇ ἀῤῥαγεῖ προστασίᾳ καὶ σκέπῃ

τῇ φιλοστόργῳ, πανύμνητε Δέσποινα,

ἐν τοῖς τοῦ βίου πειρασμοῖς,

καὶ κινδύνοις καὶ δίναις καὶ θλίψεσι.

 

 

Διάνοιξον

ἡμῶν τὸ ὄμματα, Φώτιε μάκαρ, βλέπειν

τὰ συμφέροντα τῶν ψυχῶν, ἃ ἔβλεπες ὄμμασιν

ἐν βίῳ πενίας καὶ ἀνεχείας.

 

χραντε,

ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως

ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον

ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

 

Τὸν ἀφανῆ, ταπεινόν, εὐσυμπάθητον,

ἱερουργὸν εὐλαβῆ καὶ φιλάγιον,

ἱερομόναχον Φώτιον, μέλψωμεν

ὡς πρεσβευτὴν εὐσεβῶν ἐνθερμότατον

πρὸς τὸν εὐΐλατον Κτίστην καὶ Κύριον.

 

Προκείμενον. Ἦχος δ΄.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

 

Εὐαγγέλιον·  Κατὰ Λουκᾶν (Κεφ. στ΄ 17 - 33 ).

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ....

 

Δόξα.

 

Ταῖς τοῦ Σοῦ Ὁσίου

πρεσβείαις, Ἐλεῆμον,

ἐξάλειψον τὰ πλήθη

τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν.

 

Ταῖς τῆς Θεοτόκου

πρεσβείαις, Ἐλεῆμον,

ἐξάλειψον τὰ πλήθη

τῶν ἐμῶν ἐγκλημάτων.

 

Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

 

Φώτιε πανθαύμαστε,

Παμφίλλων βλάστημα θεῖον

Λέσβου καὶ πανίερον

Ἐκκλησίας σέμνωμα,

πάτερ ὅσιε,

τρόπων σαλότητι

ὁ εὐαρεστήσας

τῷ Κυρίῳ Παντοκράτορι

καὶ χάριν ἄφθονον

εἰληφὼς παρέχειν ὑγίειαν,

ἰσχὺν καὶ ῥώμην ἅπασι

σὲ πανευλαβῶς μακαρίζουσιν,

ἴσθι παραστάτης

ἡμῶν ἐν κατωδύνοις συμφοραῖς

καὶ ἀλγειναῖς περιστάσεσιν,

ἱερεῦ θειότατε.

 

Σῶσον, ὁ Θεὸς, τὸν λαόν Σου...

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

 

Σωφρονίῳ Ὁσίῳ,

Ἀββακούμ, Παϊσίῳ,

ὀλβίῳ Τύχωνι

Σιλουανῷ καὶ θείοις

Πατράσιν Ἀθωνίταις

νῦν ὁ συναγαλλόμενος,

Φώτιε, πέμψον ἡμῖν

τὴν πανσθενῆ σου χάριν.

 

Μοναστὰ Λαυριῶτα,

ἐκ Παμφίλλων τῆς Λέσβου

ὁ καταγόμενος,

ἁγίαζε θεόθεν

καὶ σκέπε καὶ εὐλόγει

τοὺς τιμῶντάς σε, Φώτιε,

ὡς κρήνην ἁγιασμοῦ

καὶ ὑγιείας κόσμου.

 

Οὐρανῶν πρὸς σκηνώσεις

ἰθυντὴρ ἀνεδείχθης

τῶν προστρεχόντων σοι,

λευῗτα θεοφόρε,

σῶν τρόπων βακτηρίᾳ,

ἱερώτατε Φώτιε,

χειραγωγὲ ἀπλανὲς

πιστῶν πρὸς σωτηρίαν.

 

Θεοτοκίον.

 

περύμνητε Μῆτερ,

ὑπερόπτας προσύλων

τοὺς ἀνυμνοῦντάς σε

καὶ μέλποντας καμάτους

Φωτίου τοῦ Ὁσίου,

δεῖξον, Θεογεννήτρια,

τοῦ αἰσχυντῆρος δεινοῦ

ἐχθροῦ, τοῦ βροτοκτόνου.

 

ᾨδὴ  η΄. Τὸν Βασιλέα.

 

Φώτισον σκότη

τῶν καρδιῶν ἱκετῶν σου

διαθέρμων φωτὶ πρεσβειῶν σου,

Φώτιε, πρὸς κόσμου

τὸν θεῖον Φωτοδότην.

 

ς ἐνορίας

Τρίγωνα, Φώτιε, κώμης

ἱερέα ὑμνοῦντές σε στῦλον

σπεύδομεν λιταῖς σου

ἐν βίῳ κλονηθέντες.

 

Τῷ νεοάθλῳ

ἐν Νησελίοις Σεμνεῖον

ὁ σοῖς, Φώτιε, πόνοις ἐγείρας,

σὺν αὐτῷ δυσώπει

ὑπὲρ ἡμῶν τὸν Κτίστην.

 

Θεοτοκίον.

 

κάνωσόν με

πατῆσαι πλάνου ἐνέδρας,

Θεοτόκε, τὸν σὲ ἀνυμνοῦντα

καὶ λιτὰς ἐνθέρμους

Φωτίου ἐκζητοῦντα.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

 

Σαρκὸς σκληραγωγίᾳ

φρόνημα νεκρώσας

καὶ τὸ σὸν πνεῦμα ζωώσας τοῖς δάκρυσι,

Φώτιε, ζώωσον πνεῦμα τῶν προστρεχόντων σοι.

 

δὸν ὑπόδειξόν μοι,

Φώτιε, πρὸς δόμους

τὴν κατευθύνουσαν, ἥνπερ διήνυσας

δι’ ἐγκρατείας, νηστείας καὶ ταπεινώσεως. 

 

Νικήσας τὸν Βελίαρ,

Φώτιε, τοῖς τρόποις

σαλότητός σου Χριστῷ κατηξίωσαι

συγχαίρειν, φύλαξ προσφύγων θερμῶν σῆς χάριτος.  

 

Θεοτοκίον.

 

Χριστὸν ἐκδυσωποῦσα,

σὸν Υἱόν, μὴ παύσῃ

μόνον εὐΐλατον Κτίστην, Μητρόθεε,

ὑπὲρ τῶν πίστει καὶ πόθῳ μακαριζόντων σε. 

 

Ἄξιόν ἐστι....καὶ τὰ παρόντα Μεγαλυνάρια.

 

ἐν ἀφελότητι ἀληθῶς

τῆς καρδίας τρίβον

διανύσας ἐπὶ τῆς γῆς,

χαῖρε, ἐλεῆμον,

καταπεφρονημένε,

Παμφίλλων γόνε Λέσβου,

πάντιμε Φώτιε.

 

Χαίροις, προσποιήσεσιν ὁ μωραῖς

διανύσας βίον

σὸν θεάρεστον ἐπὶ γῆς,

χαίροις, ἱερέων

πανευλαβῶν ἀκρότης,

Ὀρθοδοξίας εὖχος

πάντιμον, Φώτιε.

 

Σκέπε τοὺς τιμῶντάς σε εὐλαβῶς

ὡς φωστῆρα Λέσβου,

μάκαρ Φώτιε, νεαυγῆ,

τὸν λαβόντα χάριν

θεόθεν διαλύειν

ἡμῶν τὴν σκοτομήνην

πόνων καὶ θλίψεων.

 

Δεῦτε, ἱερέα ὡς θεαυγῆ,

Φώτιον ἐκθύμως

μονοχίτωνα, ὃν βροτοί,

βλέποντες τοὺς ρύπους

αὐτοῦ τοῦ ἐπενδύτου,

περιεφρόνουν, ὕμνοις

ἐγκωμιάσωμεν.

 

λεγχον δριμύτατον ἀσεβῶν,

Φώτιον ἐν ὕμνοις

μελωδήσωμεν οἱ πιστοί,

ὡς ἁπλοῦν ποιμένα

τῶν λογικῶν προβάτων

τοῦ Τρίγωνα τῆς Λέσβου,

ἄγαν φιλάνθρωπον.

 

Φώτιε, λευῗτα θεοειδές,

ὁ Λουκᾶ δομήσας

Νεομάρτυρα εὐπρεπῆ

οἶκον, τὰς καρδίας

τῶν ἱκετῶν σου δεῖξον

ναοὺς τῆς μετανοίας,

πάτερ πανόσιε.

 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,

Πρόδρομε Κυρίου,

Ἀποστόλων ἡ δωδεκάς,

οἱ Ἅγιοι πάντες,

μετὰ τῆς Θεοτόκου

ποιήσατε πρεσβείαν

εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Τὸ Τρισάγιον καὶ τὸ  Ἀπολυτίκιον.

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

 

σεβεῖς ὡς προφήτην τὸν στηλιτεύσαντα,

ἁπλοῦν, σαλότητι τρόπων

καὶ κακουχίαις καλῶς

διαπλεύσαντα παρόντος βίου πέλαγος,

Φώτιον, μέλψωμεν πιστοί,

Λαυριώτην ἀσκητήν,

τὸν πλούσιον ἐν ἐλέει

καθιλεούμενον Κτίστην

ἡμῖν, αὐτὸν τοῖς μακαρίζουσι.

 

Ἕτερον. Ὅμοιον.

 

Τοῦ Χριστοῦ τὸν φιλοῦντα πτωχείαν μέλψωμεν,

ὃν κατεφρόνησαν, οἴμοι,

οἱ τυπολάτρεις, ἁπλοῦν,

ἐλεήμονα, σεμνὸν καὶ ἀνυπόδητον,

γόνον Παμφίλλων καὶ ὀξὺν

ἀσεβῶν στηλιτευτήν,

θεόφρονα Λαυριώτην,

Φώτιον θεῖον,τὰς τρίβους

πρὸς οὐρανοὺς ἡμῶν φωτίζοντα.

 

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς·

 

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

 

Δεῦτε τῶν Παμφίλλων εὐλαβῶς

Λέσβου ἐνθεώτατον γόνον,

Μεγίστης Λαύρας σεμνὸν

οἰκιστὴν καὶ Τρίγωνα

λευΐτην ἔνθεον,

παμφαέστατον Φώτιον,

δοχεῖον χαρίτων

τοῦ Ἁγίου Πνεύματος

ἐγκωμιάσωμεν

πάντες ὡς οἰκήτορα πόλου,

ἀκλινῶς Χριστὸν δυσωποῦντα

πέμψαι τοῖς αὐτὸν τιμῶσιν ἔλεος. 

 

Δέσποινα, πρόσδεξαι

τὰς δεήσεις τῶν δούλων σου

καὶ λύτρωσαι ἡμᾶς

ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου

εἰς σὲ ἀνατίθημι,

Μῆτερ τοῦ Θεοῦ,

φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Τρισσεῦον, "Κύριε, ἐλέησον", ὡς ἐν Λιτῇ Ἁγίου Ὄρους.

 

     Μονοχίτων, Φώτιε,* ἔνδυσόν με χάριτι* Λέσβου εὖχος, θείᾳ σου.

 

Δίστιχον.

 

Φώτισον, Φώτιε, Χαραλάμπους τρίβους,

λαμπρῶς τιμῶντά σου σαλότητος τρόπους.

 

ΤΕΛΟΣ

ΚΑΙ ΔΟΞΑ

Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ

ΘΕῼ ΗΜΩΝ

Ἀριθμ. Καταλ. Π. 854/ 9-2-21