ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Κορ. ι΄ 23-28
23 Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα οἰκοδομεῖ. 24 μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. 25 Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· 26 τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 27 εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. 28 ἐὰν δέ τις ὑμῖν εἴπῃ, τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε δι᾿ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ματθ. κδ΄ 34-37, 42-44
34
Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται.
35 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. 36
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν
οὐρανῶν, εἰ μὴ ὁ πατήρ μου μόνος. 37 ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως
ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
42
Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. 43
Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης
ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. 44
διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ
ἀνθρώπου ἔρχεται.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΜΑΡΤΥΡΕΣ ΑΚΥΛΑΣ ΚΑΙ ΠΡΙΣΚΙΛΛΑ
Στὶς 13 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῶν Ἁγίων Ἀκύλα
καὶ Πρίσκιλλας, οἱ ὁποῖοι κατάγονταν ἀπὸ τὸν Πόντο καὶ ἀνῆκαν στὸ
ἰουδαϊκὸ γένος. Ἦταν ἀντρόγυνο, ἀσχολοῦνταν μὲ τὴν τέχνη τοῦ σκηνοποιοῦ
καὶ ἔζησαν τὸν 1ο αἰώνα. Γρήγορα ἀναχώρησαν ἀπὸ τὸν Πόντο καὶ βρέθηκαν
στὴ Ρώμη καὶ ἀργότερα στὴν Κόρινθο, ὅπου γνώρισαν τὸν Ἀπόστολο Παῦλο,
βαφτίστηκαν ἀπ᾽ αὐτὸν καὶ ἔγιναν στενοὶ του συνεργάτες. Τὸν ἀκολούθησαν
στὶς περιοδεῖες, συγκινδύνεψαν μαζὶ του, πέρασαν κοινοὺς πειρασμούς. Ὁ
Παῦλος τοὺς ἀγαποῦσε καὶ τούς ἐμπιστευόταν. Ὁ Ἀκύλας καὶ ἡ Πρίσκιλλα
εἶχαν μαρτυρικὸ τέλος. Οἱ ἄπιστοι τοὺς συνέλαβαν καὶ τοὺς ἀποκεφάλισαν.
Μετέβησαν ἔτσι ἀπὸ τὴ γῆ στοὺς οὐρανοὺς στεφανηφόροι.
Πρωτ. Δ.Δ.Τ.
Ἀπολυτίκιον
Χριστὸν ἀγαπήσαντες καὶ φωτισθέντες τὸν νοῦν, τὴ πίστει ἐνούμενοι καὶ συζυγία σεμνή, Ἀκύλας καὶ Πρισκίλλα ἤσαν μὲν προεστῶτες ἐκκλησίας κατ’ οἶκον, Παύλου δὲ τοῦ φωστῆρος συνεργοὶ καὶ προστᾶται. Διὸ αὐτοὺς τιμήσωμεν καὶ μιμησώμεθα.