8 Φεβρουαρίου
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Κορ. ια΄ 31 – ιβ΄ 9
31 Ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.
ια΄ 1 Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. 2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· 4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου.
6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. 7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. 8 ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ· 9 καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ζ΄ 11-16
11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς.12 ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. 13 καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε· 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΠΡΟΦΗΤΗΣ ΖΑΧΑΡΙΑΣ
Στίς 8 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου προφήτου Ζαχαρίου. Ὁ προφήτης Ζαχαρίας καταγόταν ἀπό τήν φυλή τοῦ Λευΐ, γεννήθηκε στήν περιοχή Γαλαάδ, στήν ὀρεινή Παλαιστίνη καί τό ὄνομά του ἑρμηνεύεται μνήμη Θεοῦ, ἦταν δέ σύγχρονος τοῦ προφήτου Ἀγγαίου. Ὁ προφήτης βρισκόμενος στήν Βαβυλώνα κατά τήν περίοδο τῆς αἰχμαλωσίας εἶπε πολλές προφητεῖες στόν Ἰσραηλιτικό λαό ἀλλά καί ἒδειξε πολλά σημεῖα πρός ἀπόδειξη τῶν προφητειῶν του. Εἶπε στόν ἀρχιερέα Ἰωσεδέκ ὅτι θά γεννήση υἱό καί ὅτι θά γίνη ἱερέας τοῦ Κυρίου στήν Ἱερουσαλήμ. Ἐπίσης, ὁ προφήτης Ζαχαρίας εἶναι αὐτός πού εὐλόγησε τόν Σαλαθιήλ καί τοῦ προγνώρισε ὅτι θά ἀποκτήση υἱό, ὁ ὁποῖος θά ὀνομασθῆ Ζοροβάβελ, δηλαδή σπέρμα Βαβυλῶνος. Προφήτεψε τήν ἐπάνοδο τοῦ λαοῦ τοῦ Θεοῦ στήν πατρώα γῆ, κατά δέ τούς χρόνους τοῦ βασιλέα τῶν Περσῶν Κύρου προφήτεψε τόν ἀφανισμό τῆς Ἱερουσαλήμ καί τό τέλος τοῦ Ἰσραήλ. Ἀκόμα, προεῖδε τήν ἀρχή καί τό τέλος τῶν Ἐθνῶν, τήν καταστροφή καί τήν ἐρήμωση τοῦ ναοῦ τῆς Ἱερουσαλήμ, ὅτι θά ἐκλείψουν οἱ προφῆτες ἀπό τούς Ἰσραηλίτες καί ὅτι θά ἀργήσουν οἱ ἱερεῖς καί τά Σάββατα. Ὁ προφήτης Ζαχαρίας κοιμήθηκε σέ βαθύ γῆρας καί ἐτάφη κοντά στόν τάφο τοῦ προφήτου Ἀγγαίου. Τό βιβλίο του χωρίζεται σέ δύο μέρη, στό πρῶτο οἱ προφητεῖες του ἔχουν ὡς θέμα τήν ἀποπεράτωση τῶν ἐργασιῶν τῆς ἀνοικοδήμησης τοῦ ναοῦ τῆς Ἱερουσαλήμα, μετά τήν ἐπιστροφή ἀπό τήν αἰχμαλωσία, τήν ἀποκατάσταση τοῦ λαοῦ καί τήν μεσσιανική ἐποχή. Τό δεύτερο μέρος τοῦ βιβλίου του ἀποτελεῖται ἀπό μία συλλογή προφητειῶν πού ἔχουν ὡς κύριο θέμα τόν Μεσσία, ὁ ὁποῖος εἰκονίζεται ὡς ἐλευθερωτής, εἰρηνικός βασιλιάς ἀλλά καί ταπεινός ποιμένας.
Ἀπολυτίκιον
Τὴν κλῆσιν κατάλληλον, δείξας τοὶς ἔργοις σοφέ, ταμεῖον ἐπάξιον, τῆς ἐπιπνοίας Θεοῦ, Ζαχαρία γεγένησαι, ἔχων γὰρ ἐν τῷ βίῳ, συλλαλούντας Ἀγγέλους, ὤφθης τῶν ἐσομένων, θεηγόρος Προφήτης. Καὶ νῦν ἠμῶν τᾶς αἰτήσεις, ἄνωθεν πλήρωσαν.