Κυριακή 3 Ιανουαρίου 2021

Ο ΠΡΟΦΗΤΗΣ ΜΑΛΑΧΙΑΣ

3 Ἰανουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β’ Τιμ. δ’ 5-8

     5 Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. 6 ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε. 7 τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· 8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. α’ 1-8

     1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. 2 Ὡς γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· 3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, 4 ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. 5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 6 ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. 7 καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. 8 ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΠΡΟΦΗΤΗΣ ΜΑΛΑΧΙΑΣ

     Στίς 3 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Προφήτου Μαλαχίου, ὁ ὁποῖος προερχόταν ἀπό τήν φυλή Λευΐ καί ἒζησε τήν περίοδο πού οἱ Ἑβραῖοι ἐπέστρεψαν στήν Ἱερουσαλήμ ἀπό τήν αἰχμαλωσία τῆς Βαβυλώνας, περί τό 400 π.Χ. Ἀπό τήν νεότητά του ἡ ζωή ἦταν ἐνάρετη καί ἂριστη. Ὀνομάστηκε Μαλαχίας, πού στά ἑλληνικά σημαίνει ἂγγελος, γιά δύο αἰτίες: Πρῶτον διότι ἦταν πολύ ὠραίος καί εὐπρεπής καί δεύτερον διότι, ὅσα προφήτευε, λάμβαναν ἀμέσως τήν βεβαίωση θείου ἀγγέλου, ὁ ὁποίος τοῦ ἒλεγε τι νά πεῖ. Τόν ἂγγελο αὐτόν δέν τόν ἒβλεπαν οἱ ἀνάξιοι, τήν φωνή του ὅμως τήν ἂκουγαν ὅλοι, ἂξιοι καί ἀνάξιοι.
Τὸ ἀπολυτίκιο τοῦ προφήτου ἀναφέρει:

Ἀγγελώνυμον κλῆσιν πλουτήσας ἔνδοξε, ἀγγελομίμητον βίον ἐπολιτεύσω ἐν γῇ, Μαλαχία Προφητῶν τὸ ἀκροθίνιον· ὅθεν Ἀγγέλους ἐαχηκώς, συλλαλοῦντας νοερῶς, ἐπλήσθης ἀΰλου δόξης, καὶ τῶν μελλόντων τὴν γνῶσιν, διατυποῖς πρὸς φωτισμὸν ἡμῶν.