9 Ἰανουαρίου
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἐφ. ς΄ 10-17
10 Τὸ λοιπόν, ἀδελφοί μου, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. 11 ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· 12 ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. 13 διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. 14 στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, 15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· 17 καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. δ΄ 1-11
1 Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, 2 καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασε. 3 καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. 4 Ὁ δὲ ἀποκριθεὶς εἶπε· γέγραπται, οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. 5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ 6 καὶ λέγει αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτόν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 7 ἔφη αὐτῷ ὁ Ἰησοῦς· πάλιν γέγραπται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. 8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν 9 καὶ λέγει αὐτῷ· ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. 10 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ὕπαγε ὀπίσω μου, σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. 11 Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΠΟΛΥΕΥΚΤΟΣ
Στίς 9 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος
Πολυεύκτου. Ὁ ἅγιος Πολύευκτος ἔζησε κατά τούς χρόνους τῶν βασιλέων
Δεκίου καί Βαλλεριανοῦ, στήν Μελιτινή τῆς Ἀρμενίας καί ἐξασκοῦσε το
στρατιωτικό ἐπάγγελμα. Τήν ἐποχή ἐκείνη ἐκδόθηκε στήν Μελιτινή διάταγμα,
τό ὁποῖο πρόσταζε τούς χριστιανούς νά ἀρνηθοῦν τόν Χριστό διαφορετικά
θά θανατώνονταν. Ὁ ἅγιος παρά τίς συμβουλές τοῦ πεθεροῦ του νά ἀρνηθῆ
τόν Κύριο καί τούς θρήνους τῆς γυναίκας του, ὁμολόγησε τήν πίστη του μέ
μεγάλη παρρησία καί μάλιστα συνέτριψε τά εἴδωλα τῶν ἐθνικῶν. Ἔτσι ὁ
ἀοίδιμος Πολύευκτος, ἀφοῦ ἔμεινε στέρεος καί ἀσάλευτος στην ὁμολογία ὅτι
ὁ Χριστός εἶναι ὁ Θεός ὁ ἀληθινός, ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου διά
ξίφους καί ἐκδήμησε στα οὐράνια σκηνώματα.
Τὸ ἀπολυτίκιο τοῦ Ἁγίου ἀναφέρει:
«Μυηθεὶς
οὐρανόθεν εὐσεβείας τὴν ἔλλαμψιν, ὤφθης στρατιώτης γενναῖος, τοῦ
Σωτῆρος Πολύευκτε· καὶ ξίφει ἐκτμηθεὶς τὴν κεφαλήν, μαρτύρων ἠριθμήθης
τοῖς χοροῖς, μεθ᾽ ὧν πρέσβευε θεόφρον διὰ παντός, ὑπὲρ τῶν ἐκβοώντων
σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ
δωρουμένῳ διὰ σοῦ πᾶσι τὰ κρείττονα».
Μεγαλυνάριον
Πολύευκτον χάριν ἐπιποθῶν, πολύευκτον πίστιν, προσελάβου ὡς νουνεχής· ὅθεν πολυεύκτου, τρυφῆς κατηξιώθης, Πολύευκτε τρισμάκαρ, ἀθλήσας ἄριστα.