Σάββατο 26 Δεκεμβρίου 2020

Η ΣΥΝΑΞΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

 26 Δεκεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. β΄ 11-18

     11 Ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι᾿ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, 12 λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· 13 καὶ πάλιν· ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾿ αὐτῷ· καὶ πάλιν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. 14 ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾿ ἔστι τὸν διάβολον, 15 καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. 16 οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. 17 ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. 18 ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ιβ΄15-21

    15 Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, 16 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτόν, 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· 18 ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· 19 οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνήν αὐτοῦ. 20 κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν· 21 καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΣΥΝΑΞΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

     Στίς 26 Δεκεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν Σύναξη καί τήν φυγή στήν Αἴγυπτο τῆς Ὑπεραγίας Θεοτόκου. Μετά τήν γέννηση τοῦ Κυρίου ὁ Ἡρώδης διέταξε νά θανατωθοῦν ὅλα τά νήπια στήν περιοχή τῆς Βηθλεέμ. Ἄγγελος Κυρίου ὅμως φάνηκε σέ ὄνειρο στόν Ἰωσήφ καί τόν πρόσταξε νά πάρη τό βρέφος και τήν μητέρα του καί νά πορευθοῦν πρός τήν Αἴγυπτο. Φεύγει λοιπόν ἡ Κυρία Θεοτόκος μέ τό βρέφος γιά την Αἴγυπτο ἀφ΄ ἑνός γιά νά πληρωθῆ ἡ προφητεία τοῦ προφήτου Ὠσηέ, πού ἔλεγε «Ἐξ Αἰγύπτου ἐκάλεσα τόν υἱόν μου» καί ἀφ΄ ἑτέρου, γιά να μή ἐμποδιστῆ ἡ σωτηρία τοῦ ἀνθρωπίνου γένους. Διότι ἐάν παρέμενε ὁ Κύριος στήν Βηθλεέμ ἤ θά συλλαμβανόταν καί θά θανατωνόταν ἀπό τον Ἠρώδη καί ἔτσι θά ἀκυρωνόταν ἡ θεία οἰκονομία, ἐάν δε δέν φονεύονταν οἱ αἱρετικοί θά εὕρισκαν αἰτία καί θα ἔλεγαν ὅτι ὁ Κύριος κατά τήν γέννησή του δέν προσέλαβε πραγματική ἀνθρώπινη φύση ἀλλά κατά δόκηση και κατά φαντασία, διότι ἄν λάμβανε πραγματική ἀνθρώπινη φύση θά θανατωνόταν ἀπό τούς στρατιῶτες τοῦ Ἡρώδη. Γιά τόν λόγο αὐτό ὁ Κύριος ἀναχωρεῖ γιά τήν Αἴγυπτο, ὅπου συνέτριψε τά εἴδωλα πού εὑρίσκονταν ἐκεῖ. Ἔτσι ὁ ὑμνωδός μᾶς λέγει «Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμόν ἀληθείας ἐδίωξας τοῦ ψεύδους το σκότος∙ τά γάρ εἴδωλα ταύτης Σωτήρ, μή ἐνέγκαντά σου τήν ἰσχύν, πέπτωκεν»

«Ὡς βρέφος βαστάζουσα, ἐν ταῖς ἀγκάλαις Ἁγνή, τῶν πάντων δεσπόζοντα, σάρκα λαβόντα ἐκ σοῦ, χαρᾶς ὤφθης πρόξενος· ὅθεν πᾶσα ἡ κτίσις, ἀνυμνεῖ χαρμοσύνως, σήμερον Θεοτόκε, τὴν φρικτὴν σου λοχείαν· πηγὴν γὰρ ἀθανασίας, κόσμῳ ἐκύησας».
Πρωτ. Δ.Δ.Τ.