Πέμπτη 12 Νοεμβρίου 2020

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΕΛΕΗΜΩΝ

 12 Νοεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Θεσ. β’ 9-14

     Μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ. ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾿ ἡμῶν τοῦ Θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων.

 
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιγ’ 1-9

    Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε. ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτώ, ἐφ᾿ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἐὰν μὴ μετανοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε. Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια. κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΕΛΕΗΜΩΝ

    Στίς 12 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ἁγίου Ἰωάννου Ἀρχιεπισκόπου Ἀλεξανδρείας τοῦ Ἐλεήμονος, ὁ ὁποῖος καταγόταν ἀπό τήν Ἀμαθοῦντα τῆς Κύπρου καί ἔζησε τόν 6ο αἰῶνα καί ἀρχές τοῦ 7ου. Ὁ Ἰωάννης ἀκολούθησε τόν ἔγγαμο βίο, ἀλλά τελικά ἔμεινε μόνος, ἀφοῦ καί ἡ σύζυγος καί τά παιδιά του ἔφυγαν πρόωρα γιά τήν ἄλλη ζωή. Τό κυριότερο χαρακτηριστικό γνώρισμα τοῦ ἁγίου ἦταν ἡ ἐλεημοσύνη του πρός τούς φτωχούς καί ἀναξιοπαθοῦντες, τήν ὁποία συνέχισε καί ὅταν ἀνῆλθε στόν πατριαρχικό θρόνο τῆς Ἀλεξανδρείας. Ὁ θάνατος τόν βρῆκε στή γενέτειρά του τήν Κύπρο, ὅπου εἶχε καταφύγει, ὅταν ἡ Περσική καταιγίδα τοῦ 619 εἶχε φθάσει μέχρι τήν Ἀλεξάνδρεια. ᾽Ετάφη δίπλα στούς τάφους τῶν συγγενῶν του.
Τό ἀπολυτίκιο τοῦ ἁγίου ἀναφέρει:

« Ἐν τῇ ὑπομονῇ σου ἐκτήσω τόν μισθόν σου, Πάτερ Ὅσιε• ταῖς προσευχαῖς ἀδιαλείπτως ἐγκαρτερήσας, τούς πτωχούς ἀγαπήσας, καί τούτοις ἐπαρκέσας. Ἀλλά πρέσβευε Χριστῷ τῷ Θεῷ, Ἰωάννη Ἐλεῆμον μακάριε, σωθῆναι τάς ψυχάς ἡμῶν».

Πρωτ. Δ.Δ.Τ.