ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἐφεσ. δ’ 1-7
Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. ἓν σῶμα καὶ ἓν Πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιη’ 18-27
Ἐπηρώτησέ τις αὐτὸν ἄρχων λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΦΙΛΟΥΜΕΝΟΣ
Στίς 29 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Φιλουμένου. Ὁ ἅγιος Φιλούμενος, ὁ κατά κόσμον Σοφοκλῆς, καταγόταν ἀπό τήν Ὀρούντα τῆς Κύπρου, ἀπό εὐσεβεῖς γονεῖς, τόν Γεώργιο καί τήν Μαγδαληνή. Ἀπό μικρός ἀγαποῦσε τήν προσευχή καί τήν μελέτη τῆς Ἁγίας Γραφῆς καί τῶν βίων τῶν ἁγίων, ἰδιαίτερα δέ τοῦ ἁγίου Ἰωάννου τοῦ Καλυβίτου. Ἡ ἀγάπη του γιά τόν Χριστό ὁδήγησε τόν νεαρό Σοφοκλῆ σέ ἡλικία δεκατεσσάρων χρόνων μαζί μέ τόν δίδυμο ἀδελφό του Ἀλέξανδρο, τόν μετέπειτα πατέρα Ἐλπίδιο, στό μοναστήρι τοῦ Σταυροβουνίου, ὅπου παρέμειναν ἐκεῖ γιά πέντε χρόνια. Μετά ἀνεχώρησαν γιά τήν Ἁγία Γῆ, ὅπου γράφτηκαν στό Γυμνάσιο τοῦ Πατριαρχείου καί ἀφοῦ ἐκάρησαν μοναχοί ἐντάχθηκαν στήν Ἁγιοταφική Ἀδελφότητα. Ἀργότερα χειροτονήθηκαν διάκονοι καί ὁ μέν Ἐλπίδιος μετά τήν ἀποφοίτησή του χειροτονήθηκε πρεσβύτερος καί ἀφοῦ διακόνησε γιά δώδεκα χρόνια στά Ἱεροσόλυμα ἀκολούθησε μία πορεία πνευματικῆς διακονίας σέ πολλές χῶρες. Ὁ Φιλούμενος παρέμεινε στά Ἱεροσόλυμα καί ἀφοῦ χειροτονήθηκε πρεσβύτερος καί ἀρχιμανδρίτης ὑπηρέτησε σέ πολλά προσκυνήματα τῶν Ἁγίων Τόπων. Ὁ τελευταῖος τόπος διακονίας του ἦταν ὡς ἡγούμενος στό Φρέαρ τοῦ Ἰακώβ, ὅπου ὁ φιλήσυχος καί πρᾶος ἅγιος Φιλούμενος στίς 29 Νοεμβρίου 1979, τήν ἡμέρα τῆς ὀνομαστικῆς του ἑορτῆς κατά τήν ὥρα τοῦ ἑσπερινοῦ, φανατικοί ἑβραῖοι, πού διεκδικοῦσαν τό προσκύνημα ὡς δικό τους, τοῦ ἐπιτέθηκαν μέ τσεκούρια καί ἀφοῦ τόν κακοποίησαν τόν σκότωσαν. Ἔτσι ὁ μακάριος δοῦλος τοῦ Κυρίου ἀξιώθηκε νά λάβη τόν στέφανο τοῦ μαρτυρίου καί νά γίνη πολίτης τῆς οὐρανίου βασιλείας.