Πέμπτη 5 Νοεμβρίου 2020

ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΓΑΛΑΚΤΙΩΝ ΚΑΙ ΕΠΙΣΤΗΜΗ

 5 Νοεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Κλσ. δ’ 2-9

     Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ, προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι᾿ ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι. Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Τὰ κατ᾿ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ᾧδε.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ια’ 47-ιβ’ 1

     Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα. διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν· ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσιν, ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης ἀπὸ τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. οὐαὶ ὑμῖν τοῖς νομικοῖς ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. λέγοντος δὲ αὐτοῦ πρὸς αὐτοὺς ταῦτα ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, ἐνεδρεύοντες αὐτόν, ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα κατηγορήσωσιν αὐτοῦ. Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὡς καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΓΑΛΑΚΤΙΩΝ ΚΑΙ ΕΠΙΣΤΗΜΗ

    Στίς 5 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῶν ἁγίων μαρτύρων Γαλακτίωνος καί Ἐπιστήμης, οἱ ὁποῖοι ἦταν σύζυγοι καί κατάγονταν ἀπό τήν πόλη Ἔμεσα τῆς Φοινίκης. Ἔζησαν τόν 3ο αἰώνα μ.Χ. Ὁ Συναξαριστής ἀναφέρει ὅτι «ἀμφότεροι, διαπνεόμενοι ὑπό τῆς μᾶλλον ἐνθέρμου καί γνησίας ἀγάπης πρός τόν Θεόν καί τόν πλησίον, διήρχοντο τήν ζωήν των ὑπηρετοῦντες εἰς τήν ἀνακούφισιν τῶν πτωχῶν καί ἐπιτελοῦντες τά θρησκευτικά των καθήκοντα μετά πάσης τῆς ἀκριβείας». Ὅταν ξέσπασε ὁ διωγμός τοῦ Δεκίου, ὁ Γαλακτίων καί ἡ Ἐπιστήμη ἔφυγαν καί πῆγαν στά ἐρημικά βάθη τοῦ Σινᾶ, ὅπου ὁ Γαλακτίων πῆγε σέ ἀνδρικό μοναστήρι καί ἡ Ἐπιστήμη σέ γυναικεῖο. Ἀργότερα συνελήφθησαν ἀπό τούς διῶκτες καί ὁδηγήθηκαν στή μαστίγωση καί στόν διά ἀποκεφαλισμοῦ θάνατο.
Τό ἀπολυτίκιο τῶν ἁγίων ἀναφέρει:
« Τήν λαμπράν ξυνωρίδα τῶν Μαρτύρων τιμήσωμεν, ὥσπερ συζυγίαν ἀρίστην, καί κλυτήν καί θεόφρονα, τόν θεῖον Γαλακτίωνα, πιστοί, ὁμοῦ σύν Ἐπιστήμῃ τῇ σεμνῇ•, δι᾽ ἀσκήσεως γάρ πόνων, ἀθλητικήν ἐξήνθησαν φαιδρότητα• δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι᾽ ὑμῶν πᾶσιν ἰάματα».
Πρωτ. Δ.Δ.Τ.