῾Η ῾Αγία Ερμιόνη ἦταν μία ἀπό τίς τέσσερις κόρες τοῦ ἀποστόλου Φιλίππου, πού εἶχε κι αὐτή τό προφητικό χάρισμα (Πράξ. κα’ 8) καί ἀφοσιώθηκε στό ἀποστολικό ἔργο.
῞Όταν πῆγε μαζί μέ τήν ἀδελφή της Εὐτυχίδα στήν ῎Εφεσο γιά νά συναντήσει τόν ἅγιο ̉Ιωάννη τόν Θεολόγο, βρῆκε ἀντ' αὐτοῦ, πού εἶχε κοιμηθεῖ, τόν μαθητή του Πετρώνιο, ἀπό τόν ὁποῖο διδάχτηκε καί στηρίχτηκε περισσότερο στό εὐαγγελικό ἔργο. Λέγεται μάλιστα, ὅτι κάποτε πέρασε ἀπό τήν ῎Εφεσο ὁ Τραϊανός γιά νά πάει νά πολεμήσει τούς Πέρσες, ὅταν ἄκουσε πολλά γιά τό προφητικό χάρισμα τῆς ῾Ερμιόνης τήν κάλεσε γιά νά τοῦ πεῖ, ἄν θά νικήσει τούς Πέρσες. ῾Η ῾Ερμιόνη τοῦ εἶπε ὅτι θά νικήσει τούς Πέρσες, ἀλλά τή βασιλεία τῶν Ρωμαίων θά καταλάβει ὁ γαμπρός του ̉Αδριανός, ὅπως κι ἔγινε. ̉Επειδή ἡ προφητεία ἐπαληθεύτηκε, ὁ Τραϊανός διέταξε νά βασάνισαν σκληρά τήν ῾Ερμιόνη. Κατόπιν τήν παρέδωσε στούς δήμιους γιά νά τή θανατώσουν, ἀλλά αὐτοί πίστεψαν στόν Χριστό καί τήν ἄφησαν ἐλεύθερη. ῎Ετσι ἡ ῾Ερμιόνη πέθανε εἰρηνικά καί τάφηκε στήν ῎Εφεσο.
Ναοί πρός τιμήν της ὑπάρχουν εἰς τήν: ῾Ερμιόνη ̉Αργολίδος, εἰς τήν νῆσο Χίο ὑπάρχουν ναοί στά χωριά: Καπέλα, Καταρράκτης, Καλαμωτή, Μεστά, ̉Εμπορειός καί Πυργί μέ δύο ναούς, στό Παλαιόκαστρο Σάμου καί στή Στυλίδα Φθιώτιδος.
῾Η μνήμη της ἐορτάζεται στίς 4 Σεπτεμβρίου.
Παρακλητικὸς Κανὼν
εἰς τὴν ῾Αγίαν ῾Ερμιόνην
τὴν Παρθενομάρτυρα καὶ ̉Ανάργυρον ̉Ιατρὸν
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:
῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ...
Τὴν καλληπάρθενον ὑμνήσωμεν πάντες* τῶν ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατάνύξει βοῶντες ἐκ μέσης ψυχῆς·* ῥῦσαι τοὺς προστρέχοντας,* ῾Ερμιόνη θεόφρον,* πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστή,* σὲ γὰρ προστάτιν* ἀκοίμητον ἔχομεν.
Δόξα Πατρὶ... τὸ ̉ Απολυτίκιον ῏Ηχος γʹ.
Παρθενομάρτυς καὶ ἰατρέ, ῾Ερμιόνη,* πρέσβευε τῷ ἐλεήμονι Θεῷ,* ἵνα ὑγείαν καί πταισμάτων ἄφεσιν,* παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν καὶ ἀεὶ... Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·* εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·* σοὺς γὰρ δούλους σῴζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ αʹ. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας[1]…
Πρὸς σὲ καταφεύγω ἱκετικῶς,* ῾Ερμιόνη μάρτυς, ̉Ορθοδόξων καταφυγὴ* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι,* ἣν σὺ παράσχου ἐμοὶ, Θεοδόξαστε.
Βοήθει θεράποντας ἰατροὺς* ποιεῖν διαγνώσεις εὐστόχους καὶ ἀκριβεῖς* εἰς δὲ τοὺς νοσοῦντας χορηγῆσαι* ἰατρικὴν ἀγωγὴν τὴν κατάλληλον.
῾Ικέτευε, δέομαι εὐλαβῶς* τὸν Πλάστην τοῦ Κόσμου,* ῾Ερμιόνη θαυματουργέ,* ὅπως ἡμῖν τὰ τέλη παράσχῃ * εἰρηνικὰ καὶ ἀνώδυνα, ἔνδοξε.
Θεοτοκίον.
Τὰ γόνατα κλίνω ἱκετικῶς* καὶ χείρας μου αἴρω, Θεοτόκε, δεητικῶς* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολάσεως.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
̉Ορφανῶν ἀνεδείχθης* καταφυγή, ἔνδοξε,* καὶ τῶν ἐν ἀνάγκαις προστάτις ἀκαταμάχητος,* διὸ σοι προσέρχονται* τῶν ̉ Ορθοδόξων χορείαι* καὶ αἰτοῦσιν ἅπαντες* τὴν προστασίαν σου.
Τὴν νεότητα, μάρτυς* καλῶς διαφύλαττε* καὶ ἐκ τῶν χειρῶν, ῾Ερμιόνη,* τοῦ πολεμήτορος* ῥῦσαι τάχος ἁγνή,* ἵνα ὑμνοῦμεν ἁπαύστως* ἡμεῖς οἱ ἀνάξιοι* σὲ τὴν πανάριστον.
῾Ικετεύω σέ, Μάρτυς,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* τάχος ἐξάρπασον˙* Κόρη, δύνασαι σύ* ὡς ἀγαπήσασα Πλάστην* ἐκ βρέφους ἀήττητε* καί Θαυματόβρυτε.
Θεοτοκίον.
̉Εν τῇ κλίνῃ τοῦ πόνου* εἰμὶ κατακείμενος* καὶ παρηγορίαν οὐκ ἔχω* ὁ τάλας, εὔσημε,* διὸ πρὸς Σε ταπεινῶς* καὶ μετὰ δέους προσπίπτω* καὶ αἰτῶ βοήθειαν,* Νύμφη ἀνύμφευτε.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ῾Ερμιόνη,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* τὸ καύχημα πάντων τῶν ̉Ορθοδόξων.
̉Ε πιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία…
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνή,* καὶ πιστῶν καταφύγιον* ἐκτενῶς βοῶμεν σοί,* ῾Ερμιόνη ἔνδοξε, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…
Τοὺς πολέμους κατάπαυσον,* μάρτυς ῾Ερμιόνη, πιστῶν τὸ στήριγμα* καὶ εἰρήνην ταῖς ἱκέταις σου* σὺ παράσχου, κόρη Θεοδόξαστε.
Τοὺς πτωχοὺς σὺ προστάτευσας* ἐν τῷ βίῳ σου, ῾Ερμιόνη ἔνδοξε,* καὶ ἡμᾶς πίστει δεόμεθα* ἀξίωσον ποιεῖσαι, Πανένδοξε.
̉Εκ τροχαίου διάσωσον* τοὺς πιστῶς ὑμνοῦντας σε, Καλλιπάρθενε,* καὶ τὸν κλύδωνα κατεύνασον* τῶν παθῶν μου, ῾Ερμιόνη πάμφωτε.
Θεοτοκίον.
Θεοτόκε Πανάχραντε,* ὃν ἐκυοφόρησας κατάπράϋνον* καὶ εὐμένεισον σοῦ δεόμεθα,* ἵνα φύγωμεν τὸ πῦρ τῆς κολάσεως.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
Λύτρωσον ἡμᾶς* ἐκ τῶν ὄγκων, Θεοδόξαστε,* καὶ ὑγιείαν παράσχου τοῖς πιστοῖς,* σύ ῾Ερμιόνη,* πιστῶν φρουρὸς ὁ ἀκοίμητος.
Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, ῾Ερμιόνη ἰατρέ,* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
Λύτρωσαι ἡμᾶς,* ῾Ερμιόνη παμμακάριστε,* ἐκ πάσης νόσου καὶ πικρὰς θλίψεως* καὶ σοῦ ἱκέτας μετανοίας καταξίωσον.
Θεοτοκίον.
Δέσποινα, θερμῶς* ἱκετεύω σε ὁ ἄθλιος* ὁμόνοιαν, εἰρήνην καὶ χαρὰν* τοῖς οἶκοις πάντων ἡμῶν* παράσχου, Θεόνυμφε.
ᾨδὴ στʹ. Τὴν δέησιν…
Εἰρήνην τῇ ̉Εκκλησίᾳ ἐξαίτει* καὶ οἰκίαις πιστῶν τὴν γαλήνην* τοὺς δὲ προστρέχοντας πόθῳ καὶ πίστει* τῇ ἱερᾷ σου εἰκόνι προστάτευσον* ἐκ πάντων τῶν ἀσθενειῶν* καὶ ἐκ τῆς ἀνεργίας διάσωσον.
Τῶν ̉Ορθοδόξων τὰ πλήθη, ἔνδοξε* σοῦ θερμῶς δέονται, κόρη, ἀπαύστως˙* ῥῦσαι ἱκέτας, μάρτυς ῾Ερμιόνη,* ἐκ τῶν ποικίλων ἰώσεων τάχιον* καί Κύριον τῶν οὐρανῶν* ἐξευμένησον πάντες δεόμεθα.
῾Ως τεῖχος καταφυγῆς καλοῦμέν σε,* ̉Ορθοδόξων οἱ χοροὶ, Χριστονύμφη,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ,* σὲ ὀνομάζομεν ἅπαντες, πάντιμε,* δεόμεθά σου ταπεινῶς,* ἐκ τῶν παθῶν σὺ πάντας ἀπάλλαξον.
Θεοτοκίον.
̉Ορθόδοξοι σὲ προστάτιν ἔχομεν* καὶ φρουρὸν ἀκοίμητον, Θεοτόκε,* σὺ τῶν δαιμόνων τὰ στίφη διώκεις* σὺ καὶ ἰώσεις ἰᾶ, Θεοδόξαστε,* διὸ τῶν πιστῶν οἱ χοροὶ* ἀνυμνοῦσιν ἁπαύστως σὲ, ῎Αχραντε.
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ῾Ερμιόνη,* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* τὸ καύχημα πάντων τῶν ̉Ορθοδόξων.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία…
Σὲ προστάτιν τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀκοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶσον ἐκ τοῦ καρκίνου* τοὺς κατάφεύγοντας πρὸς σέ,* ῾Ερμιόνη θεοδόξαστε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δʹ.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί. (δίς)
Στίχος: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου, τὸ ἀνάγνωσμα. Πρόσχωμεν. (Κεφ. εʹ. 24-34)
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Τῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τὶς οὖσα ἐν ῥύσει αἵματος, ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ̉ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἐαυτή, ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἐαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλω, ἔλεγε: Τὶς μου ἤψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις, τὶς μου ἤψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυία ὁ γέγονεν ἐπ̉ αὐτή, ἦλθε καὶ προσέπεσεν αὐτῶ καὶ εἶπεν αὐτῶ πάσαν τὴν ἀλήθειαν. ῾Ο δὲ εἶπεν αὐτή: Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ …
Ταῖς τῆς ̉Αθλοφόρου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν …
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...
Μ ὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χείρας,* ῾Ερμιόνη πάνσεμνε,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι,* ἀρχεκάκου τὰ τοξευματα·* σκέπην οὐ κέκτημαι,* οὐδὲ καταφύγιον, Πάντιμε,* πάντοθεν πολεμούμενος καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου,* κλέος μοναζόντων* καὶ δόξα ̉Ορθοδόξων, θαυμαστέ,* μὴ μοῦ παρίδῃς τὴν δέησιν,* τὸ συμφέρον ποίησον.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
̉Εργατῶν τοῦ Κυρίου* ἀνεδείχθης προστάτις καὶ φύλαξ, ἔνθεε,* καὶ τούτοις σὺ παρέχεις* ὑγείαν καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ μεγαλεία Χριστοῦ,* Θεόφρον ῾Ερμιόνη.
Τῶν ἀτέκνων κατέστης* καταφύγιον μέγα σύ, θαυματόβρυτε,* καὶ πάντων τῶν ποθούντων* υἱοὺς καὶ θυγατέρας* ἀρωγός, διὸ κράζουσι·* ὦ ῾Ερμιόνη σεμνή,* πιστῶν ἡ βακτηρία.
Τοῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης, λιταῖς σου, ἕνδοξε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωοδότην Χριστόν, εὐμένισον, Φωσφόρε.
Θεοτοκίον.
Παναγία Παρθένε,* ̉Ορθοδόξων τὸ καύχημα καὶ κραταίωμα* ἱκέτας μὴ παρίδῃς* καὶ μὴ ἐγκαταλείπῃς,* ἵνα πάντες βοῶμεν σοι·* Χαῖρε, τοῦ Πλάστου τροφὲ* καὶ τῶν ̉Αγγέλων δόξα.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Τὸν Βασιλέα σὺ καθικέτευε πάντες* σοῦ δεόμεθα, μάρτυς ῾Ερμιόνη,* ὅπως καταπαύσῃ* τὴν τοῦ πυρὸς μανίαν.
Τ ὴν νεολαίαν ἐξ ἐθισμῶν ὀλεθρίων* διαφύλαττε πάντες αἰτοῦμεν* καὶ ὁδήγησέ την* εἰς τὰς αὐλὰς τοῦ Κτίστου.
Τοὺς ἀλλοδόξους καὶ ἀλλοπίστους, σὺ μάρτυς,* ῾Ερμιόνη, δίδου εὐκαιρίας, * ὅπως ̉Εκκλησίας* πιστὰ μέλη γενέσθαι.
Θεοτοκίον.
Σέ, Θεοτόκε,* καθικετεύομεν πάντες* ̉Ορθοδόξους φὐλαττε λιταῖς σου* ἐξ ἰῶν ποικίλων* καὶ πάσης ἄλλης νόσου.
ᾨδὴ στʹ. Κυρίως Θεοτόκον...
Νοσήματα λοιμώδη* τάχος ἀπελαύνεις* σὺ καὶ τοὺς ὄγκους ἰᾶ, Θεοπρόβλητε,* διὸ πιστῶν αἱ χορείαι* εἰς σὲ προσφεύγουσι.
῾Ημᾶς τοὺς ̉ Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Δεσπότου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρείοι,* Πανεωδέστατε.
Διάσωσον ἐκ πλάνης* τέκνα ̉Ορθοδόξων* καὶ ἐκ χειρῶν τοῦ ἀλάστορος δέομαι* ἵνα ὑμνοῦμεν ἀπαύστως* Σέ, Θαυματόβρυτε.
Θεοτοκίον.
̉Αξίωσον ἱκέτην,* Δέσποινα, τοῦ κόσμου* ἀκατακρίτως λαβεῖν τὴν Μετάληψιν* τῶν Μυστηρίων τῶν Θείων,* ἵνα γεραίρω σε.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Πάντας τοὺς προστρέχοντας ἐπί σε* μὴ ἐγκαταλείπεις* εἰς τὰς χείρας τοῦ πτερνηστοῦ,* ἀλλὰ συ παράσχου, θεόφρον ῾Ερμιόνη,* ὑγείαν, σωφροσύνην* καὶ βίον ἔνθεον.
Πάντων τῶν νοσοῦντων ἡ ἰατρός,* μάρτυς ἀνεδείχθης,* ῾Ερμιόνη θαυματουργέ,* διὸ πρὸς σὲ πάντες* οἱ ἐν τῇ κλίνῃ ὄντες* προσφεύγουσι αἰτοῦντες* τὴν σὴν βοήθειαν.
Χαίροις ̉Ορθοδόξων ἡ ἰατρὸς* καὶ τῶν ἐν ἀνάγκαις ἀντιλήπτωρ καὶ βοηθός.* Χαίροις τῶν ἐν θλίψει* καὶ ἐν στεναχωρίᾳ,* παμμάκαρ ῾Ερμιόνη,* τὸ καταφύγιον.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς* τῇ σῇ προστασίᾳ,* δίδου, μάρτυς, ὑπομονήν,* ἀκλόνητον πίστιν,* ὑγείαν, σωφροσύνην* καὶ τόν ἁπάντων Πλάστην,* ὑμνεῖσαι δέομαι.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι Πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: ῞Αγιος ὁ Θεός,… (τρίς) Δόξα Πατρὶ… Καὶ νῦν… Παναγία τριάς,… Κύριε ἐλέησον (τρίς) Δόξα Πατρὶ… Καὶ νῦν… Πάτερ ἡμῶν,… καὶ ὁ ῾Ιερεύς: ῞Οτι σοῦ …
Εἶτα τὸ Ἀπολυτίκιον. Ἦχος γʹ.
῾Οσιοπαρθενομάρτυς καί ἰατρέ, ῾Ερμιόνη,* πρέσβευε τῷ ἐλεήμονι Θεῷ,* ἵνα πταισμάτων ἄφεσιν,* παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
῾Ο ῾Ιερεύς ποιεῖ Δέησιν καί ἐν συνεχεία ̉Απόλυσιν, τῶν δὲ πιστῶν ἀσπαζομένων τὰς ἱερὰς εἰκόνας ψάλλομεν:
῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνος,* ῾Ερμιόνη, δόξα πιστῶν* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Κόρη, ̉Εκκλησίας τὸ κλέος* ἀσθενῶν ἐδείχθης θεράπων* καὶ τῶν ̉Ορθοδόξων κατάφύγιον.
῏Ηχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῏Ηχος αʹ.
Τῇ πρεσβεία Κύριε,* πάντων τῶν ἁγίων,* καὶ τῆς Θεοτόκου,* τὴν σὴν εἰρήνην δὸς
ἡμῖν,* καὶ ἐλέησον ἡμᾶς,* ὡς μόνος οἰκτίρμων.
῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉Αμήν.
[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…