Κυριακή 13 Οκτωβρίου 2024

Παρακλητικός Κανών εις την Όσία Παρασκευή την Επιβατηνή

 

Παρακλητικός Κανών εις την Όσία Παρασκευή την Επιβατηνή
†Εορτάζεται στις 14 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Παρασκευὴν τὴν πανσεβάσμιον νύμφην, τοῦ Οὐρανίου καὶ ἀφθάρτου Νυμφίου, περιχαρῶς συνδράμωμεν ὑμνῆσαι οἱ πιστοί· αὕτη γὰρ ὑπέρμαχος ἐκ Θεοῦ ἐδωρήθη, πᾶσι τοῖς δοξάζουσι, τὴν αὐτῆς πολιτείαν, καὶ ἰαμάτων βρύει ποταμούς, τοῖς μετὰ πόθου τὰ λείψανα σέβουσι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀμέσως τῷ θρόνῳ τοῦ Παντουργοῦ, Μῆτερ παρεστῶσα, ἱκεσίαις ὑπὲρ ἡμῶν, προσάγαγε Τούτῳ ἵνα πᾶσι, τοῖς τῶν πταισμάτων δωρήσῃ συγχώρησιν.

Ἰὸν τὸν τοῦ ὄφεως πεπτωκώς, θανάτου ταῖς πύλαις, προσπελάσας τε ἀληθῶς, πηγὴ τῆς ζωῆς ἡ ἐντρυφῶσα, σαῖς ἱκεσίαις μὲ ζώωσον ἔνδοξε.

Νοός μου Ὁσία τὰς ἐκτροπάς, καὶ τὰς καταιγίδας, τῶν ἀτόπων μου λογισμῶν, στῆσον σῶσον ταῖς λιταῖς σου, ἵνα μὴ μὲ εἰς ᾍδην καθελκύσωσι.

Θεοτοκίον.
Ὁ βίος μου ἅπας ἐν ἡδοναῖς, καὶ ἐν πονηρίαις μεματαίωται ἀληθῶς· σὺ δὲ ἡ τεκοῦσα τὸν Σωτῆρα, πρὸ τῆς ἐξόδου μου σῶσον πρεσβείαις σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Νοσημάτων παντοίων καὶ ἀλγεινῶν θλίψεων, κύματα δεινῶς ὑψωθέντα, καταποντίζουσι, τὴν ἀθλίαν ψυχήν μου εἰς βάραθρον ᾍδου, Μῆτερ ταῖς πρεσβείαις σου, χεῖράς μοι ὄρεξον.

Δακρυῤῥόους λιβάδας ἀπέπνιξον χάριν μοι, ἐκ τῆς καρδίας βαθέως, δίδου πρεσβείαις σου, δι’ ὧν ἀπόπλυνόν μου τὰ δυσωδέστατα πάθη, ψυχῆς τε καὶ σώματος, Μῆτερ ἀείμνηστε.

Ἐμαυτῷ τὰ πολλά μου ὡς συνειδὼς πταίσματα, ἄνευ κατηγόρων κατάκριτος καὶ πρὸ κρίσεως, εἰμὶ ὁ ἄθλιος, σὺ ὁ Σωτὴρ τῶν ἁπάντων φεῖσαί μου, δεήσεσι Παρασκευῆς τῆς σεμνῆς.

Θεοτοκίον.
Χαριτώνυμε Κόρη, ἡ τὴν χαρὰν τέξασα, τὴν ἀναφαιρέτως δοθεῖσαν, παντὶ τῷ πλάσματι, ζόφωσιν τῆς λύπης, ἣν ὁ ἐχθρός μου ἐπάγει, ἵνα ἀπωλέσῃ με, σκέδασον τάχιστα.

Ἀπάλλαξον, ἐξ ἐπηρείας δαιμονικῆς τοὺς σοὺς δούλους· ὁ γὰρ Κτίστης σὲ ἀνεδέξατο καλλιπάρθενε, ὑπέρμαχον καὶ προστάτιν σῆς ποίμνης.

Ἐπίσκεψαι, ἡμῶν τὰς νόσους ἱλέῳ ὄμματί σου, καὶ γὰρ τὴν προστασίαν σου, ὄντως ἔχομεν Ὁσία, σωτήριον φάρμακον.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ χρωμένη πρὸς τὸν Κύριον, τὰς νόσους ἡμῶν ἰάτρευσον ἀείμνηστε, τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ κινδύνων πάντων ἀπάλλαξον, ῥυομένη τοὺς ἱκέτας σου σεμνή, ἀνάγκης καὶ λοιμώδους φθορᾶς.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θρηνωδίας με λύτρωσαι, τῆς αἰωνιζούσης τῇ μεσιτείᾳ σου, καλλιπάρθενε τὸν δοῦλόν σου, τῶν δακρύων ἄξια ἐργασάμενον.

Ἡ Θεὸν ἀγαπήσασα, ἐξ ὅλης καρδίας σου μισηθέντα με, ὑπ’ Αὐτοῦ διὰ τὰ ἔργα μου, ταῖς λιταῖς σου πάλιν σὺ κατάλλαξον.

Τετραυμάτισμαι βέλεσι, δεινοῖς ἰοβόλοις τοῦ πολεμήτορος, καὶ δακρύων τὸν οἰκτρότατον, τῆς ψυχῆς μου μύρον Χριστὲ σῶσόν με.

Θεοτοκίον.
Ἰατρὸν ἡ κυήσασα, ὅς τὸ μέγα τραῦμα βροτῶν ἰάσατο, μὴ παρίδῃς τὴν καρδίαν μου, δειναῖς ἀῤῥωστίαις κινδυνεύουσαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄλισθον δεινῶς, ἀσωτείας εἰς τὸ βάραθρον, καὶ κατακείμενος εἰς βάθος κακῶν, σοὶ βοῷ Μῆτερ μὴ ἐάσῃς ἀπωλέσθαι με.

Ἡ περικαλλής, τοῦ Χριστοῦ νύμφη ἡ ἄσπιλος, ἐμὲ τὸν κατάστικτον πληγαῖς, ἡδονῶν λιταῖς σου σῶσον, ἡ ἐξαλείψασα τὰ αἴσχη μου.

Μὴ μὲ Ἰησοῦ, ἀποῤῥίψης τοῦ προσώπου σου, διὰ τὸ μέγεθος τῶν σῶν οἰκτιρμῶν, δωρεὰν σῶσον ἱκεσίαις τῆς Ὁσίας σου.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, ταῖς πρεσβείαις σου παράσχου μοι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐγένετο, ὡς γῆ ἄνυδρος ὄντως, ἡ ταλαίπωρος ψυχή μου μηδόλως, καλὸν καρπόν, ἐξισχύουσα δοῦναι, ἀλλ’ ἡ ῥανὶς τοῦ σοῦ αἵματος Κύριε, ἐνστάξασα πάσης αὐτήν, ἀπαλλάξῃ σκληρότητος Δέσποτα.

Ῥυπώσαντες, ὦ ψυχὴ τὸ ἔνδυμα, τοῦ γάμου πῶς τολμήσωμεν εἰσιέναι, σὺν τοῖς καλοῖς, διαιτυμόσιν ἀφρόνως, εἰς τὸν νυμφῶνα Χριστοῦ τὸν οὐράνιον; Πῶς μὴ ῥιφθῶμεν ἐκ Θεοῦ; Ὦ Ὁσία πρεσβείαις σου σῶσόν με.

Μὴ Δέσποτα, μετ’ ἐμοῦ τοῦ δούλου σου, εἰσελθεῖν καταξιώσῃς εἰς κρίσιν· εἰ γὰρ οὐδεὶς ζῶν ἐν τῷ κόσμῳ τούτῳ, δικαιωθήσεται σοῦ κατενώπιον, ἐγὼ ὁ πάντας ὑπερβάς, ἀσωτείᾳ πολλῇ, πῶς ὀφθήσωμαι;

Θεοτοκίον.
Ἐξέλιπεν, ἡ ζωή μου Δέσποινα, ἐν ὁδύνῃ καὶ τὰ ἔτη μου πάντα, ἐν στεναγμοῖς, ἡ ἰσχὺς δέ μου Κόρη, ἐν ἀπορίᾳ πολλῇ ἐξησθένησε, παρώργισα γὰρ τὸν Θεόν, ὃν μου ταῖς πρεσβείαις ἱλέωσαι.

Ἀπάλλαξον, ἐξ ἐπηρείας δαιμονικῆς τοὺς σοὺς δούλους· ὁ γὰρ Κτίστης σὲ ἀνεδέξατο καλλιπάρθενε, ὑπέρμαχον καὶ προστάτιν σῆς ποίμνης.

Ἐπίσκεψαι, ἡμῶν τὰς νόσους ἱλέῳ ὄμματί σου, καὶ γὰρ τὴν προστασίαν σου, ὄντως ἔχομεν Ὁσία, σωτήριον φάρμακον.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Νηστείαις πολλαῖς τὸ σῶμα κατατήξασα, τὸν νοῦν πρὸς Θεὸν, ἀνύψωσας μετάρσιον, καὶ ζωὴν ἀσώματον, μετὰ σώματος ἔζης ἀείμνηστε, λιποῦσα τῆς ὕλης τὸν τάραχον· διὸ νῦν ἀγάλλῃ σὺν Ἀγγέλων χοροῖς.

Προκείμενον.
Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς αὐτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τὶς ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Εἰς σὲ καλλιπάρθενε Παρασκευὴ τὰς δεήσεις, ἐκχέω ἐπάκουσον, καὶ ταύτας προσάγαγε τῷ ποιήσαντι· τόλμη γὰρ ἅπασα ἐξ ἐμοῦ πέφευγε, συνειδότος τὴν αἰσχρότητα, τῶν ἐπαράτων μου, ἔργων καὶ δεινῶν ἐνθυμήσεων, καὶ λόγων ἐξ ὧν πάντοθεν, Τούτου τὰ ἐλέη παρώξυνα· καὶ νῦν βοηθείας δεόμενος Αὐτοῦ τῆς κραταιᾶς, δέδοικα ὅλως αἰτήσασθαι, σὺ σεμνὴ μεσίτευσον.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λελόγισταί σοι Μῆτερ σταθερότητα γνώμης, ὥσπερ πηλὸς ὁ χρυσός, διό μου τὴν καρδίαν, κλῖνον ταῖς εὐχαῖς σου, εἰς τοῦ Θεοῦ τὰ μαρτύρια, καὶ μὴ εἰς βάθος δεινόν, τὸ τῆς πλεονεξίας.

Ἐν φόβῳ τοῦ Κυρίου περιτείχισον Μῆτερ τὸ φρόνημα, τῆς σαρκὸς σκιρτῶν οἷά περ πῶλος, ἀτάκτως τε βαδίζον, καὶ βυθὸν ἐξωθεῖσαί μου, τὴν ταπεινὴν καὶ οἰκτράν, ψυχὴν Ὁσία.

Τίς μὲ ἀπολυτρώσει πυρὸς τοῦ τῆς γεέννης, καὶ σκότους τοῦ ἀφεγγοῦς τὸν ἄξιον, παντοίας ἁμαρτίας ἡμαρτηκότα, εἰ μὴ σὺ ἡ προστάτις μου; Ῥῦσαι Ὁσία Χριστοῦ, ψυχὴν ἠπορημένην.

Θεοτοκίον.
Ἰσχύι σου Παρθένε δεινῶς τὴν παρειμένην, ταλαίπωρόν μου ψυχὴν περίσφιγξον· καὶ γάρ με κατέλιπε ἰσχύς μου, μηκέτι ποδηγοῦσα, εἰς τρίβους τοῦ Κυρίου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ τῶν Ὁσίων, κατακοσμῶν τὰς χορείας, ἀγγελικαῖς ἀγλαΐαις Σωτήρ μου, δέξαι καὶ τὰς τούτων, ὑπὲρ ἡμῶν ἐντεύξεις.

Ὑλομανοῦσαν, τῶν ἡδονῶν ταῖς ἀκάνθαις, τὴν ψυχήν μου ἔμπλησον Ὁσία, πόθῳ τοῦ Δεσπότου, καὶ δεῖξον καρποφόρον.

Κακοδοξίαν, αἱρετικῶν τὴν σὴν πόλιν, καὶ ἐθνῶν ἀλλοφύλων μανίας φύλαττε, Ὁσία λιταῖς σου εἰς αἰῶνας.

Θεοτοκίον.
Ῥαθυμοτάτους, ἐκ τῆς ψυχῆς μου φροντίδας, ἀποκρύβει πάντοτε Παρθένε, ἵνα σὸν τόκον, ἐν προθυμίᾳ μέλπω.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡμάρτηκα Σωτήρ μου, καὶ ἀνόμως ἅπαν τὸ τῆς ζωῆς μου διέδραμον, στάδιον ὁμολογῶ· ἀλλὰ φεῖσαι Χριστὲ τοῦ δούλου σου.

Τοὺς πίστεως προμάχους, ἡμῶν Ἡγεμόνας, καὶ Ἱερέων τὸν στέφανον φύλαττε, Παρασκευὴ ἐν εἰρήνῃ καὶ λαόν σου ἅπαντα.

Εἰς σὲ Τριὰς Ἁγία, πίστει προσκυνοῦντες, μοναδικῇ ἐν οὐσίᾳ θεότητος, καὶ διαιρέσει προσώπων ἀεὶ σωθείημεν.

Θεοτοκίον.
Σωτῆρα τετοκυῖα, σῶσόν με Παρθένε, τὸν ἐν ἀσώτοις βιώσαντα πράξεσι, καὶ σωτηρίας ἐλπίδα μὴ ἔχοντα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν τῆς ἐγκρατείας ὑπογραμμόν, καὶ τῆς Ἐκκλησίας τὸν ἀένναον ποταμόν, τὴν βρύουσαν κρήνην, ἰάσεων πελάγη, Παρασκευὴ τὴν θείαν σεπτῶς τιμήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πὰντων τῶν νοσούντων ἰατρός, καὶ παρθενευόντων ὑπάρχεις, ἔφορος ἄριστος, καὶ πιστῶν τὸ στήριγμα Παρασκευὴ πάνσεμνε, τῇ ῥομφαίᾳ τῆς χάριτος, λοιμώδη κατάραν, τὰχος ἐξηφάνισας ἐκ κατωδὺνου λαοῦ∙ ὅθεν καί πυρίναις εὐχαῖς σου, τῶν αἰρετιζόντων τὴν λύμην, στῆσον καὶ ὀλόθρευσον ἀοίδιμε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.