Σάββατο 7 Σεπτεμβρίου 2024

Ὁ Κων/λεως εἰκὼν τῆς Ἁγίας Τριάδος;!

  Εἰς τὴν ἐν Φαναρίῳ Σύναξιν κατὰ τὴν ἀντιφώνησιν ὁ Σεβ. Χαλκηδόνος ὡμίλησε διὰ τὸν Πατριάρχην κατὰ τρόπον ἀδιανόητον καὶ δι’ αὐτοὺς τοὺς παπικούς! Ὡς ἐπληροφορήθημεν, ἔνιοι Ἱεράρχαι ἐδυσφόρησαν ἕτεροι δὲ ἐμειδίων… Ἂν ὁ Κων/λεως ἦτο συν­ετὸς, θὰ διέκοπτε τὰ ἐξεφωνηθέντα «ἄρρητα ρήματα», ἀντὶ νὰ ἰσχυρισθῆ ὅτι ὄντως ἀναφέρονται εἰς τὸν ἴδιον! Παραθέτομεν ἀπομαγνητοφώνησιν μέρους τῆς ἀντιφωνήσεως:

  «…στρέφομεν τὰ ὄμματα ἡμῶν πρὸς τὸν κορυφαῖον τῆς συνάξεως ταύτης, τὸν Παναγιώτατον ἡμῶν Πατριάρχην, ὃς καὶ ὁρατὴ κεφαλὴ τῆς Ἐκκλησίας, τὴν χάριν τοῦ Χριστοῦ ἡμῖν διακονεῖ καὶ τὴν ἑνότητα τοῦ σώματος συμβολίζει. Τὴν παρουσίαν τοῦ Παναγιωτάτου ἡμῶν Πατριάρχου κ. Βαρθολομαίου ἐγκωμιάζοντες οὐχ ἁπλῶς ἄνθρωπον ἐπαινοῦμεν, ἀλλ’ αὐτὴν τὴν οἰκονομίαν τοῦ Θεοῦ θαυμάζοντες. Ὥσπερ γὰρ ὁ Λόγος τοῦ Θεοῦ σάρκα ἔλαβεν ἵνα τὴν κτίσιν θεώσῃ, οὕτω καὶ ἡ Ἐκκλησία ἐν τῷ προσώπῳ τοῦ Πατριάρχου τὴν ἑνότητα τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἐμφανίζει. Ἔστιν οὖν γὰρ ὁ Πατριάρχης οὐ μόνον σύμβολον ἀλλὰ καὶ ὄργανον τῆς Θείας Οἰκονομίας. Ἐν Αὐτῷ γὰρ ὁρῶμεν τὸ μυστήριον τῆς κενώσεως τοῦ Χριστοῦ ἐνεργούμενον, ὡς ἐν μορφῇ Θεοῦ ὑπάρχον οὐχ ἁρπαγμὸν ἡγήσατο τῷ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. Οὕτω καὶ ὁ Πατριάρχης τὴν ὑψίστην τιμὴν κατέχων ταπεινοῦται ἵνα πάντας σώσῃ. Ἔτι δὲ ὥσπερ ὁ Χριστὸς ἐν τῇ σαρκώσει αὐτοῦ τὰ διεστῶτα ἥνωσεν οὕτω καὶ ὁ Πατριάρχης ἐν τῷ προσώπῳ αὐτοῦ τὴν πολυμέρειαν τῆς Ἐκκλησίας εἰς ἑνότητα συνάγει. Οὐ γὰρ ἐστιν ἁπλῶς κεφαλὴ διοικητική, ἀλλὰ ζῶσα εἰκὼν τῆς ἐν Τριάδι ἑνότητος ἐν ᾗ τὸ ἕν καὶ τὰ πολλὰ οὐκ ἀντίκεινται ἀλλήλοις, ἀλλ’ ἀλλήλοις περιχωροῦ­σι. Καὶ ὥσπερ ὁ Χριστὸς ἐν τῇ θεανδρικῇ αὐτοῦ ὑποστάσει τὸ κτιστὸν καὶ τὸ ἄκτιστον συνέδεσεν, οὕτω καὶ ὁ Πατριάρχης ἐν τῇ διακονίᾳ αὐτοῦ τὸ οὐράνιον καὶ τὸ ἐπίγειον συνάπτει. Ἐν Αὐτῷ γὰρ ὁρῶμεν τὴν χάριν τοῦ Θεοῦ μετὰ τῆς ἀνθρωπίνης προαιρέσεως συνεργοῦσαν τὴν θείαν σοφίαν μετὰ τῆς ἀνθρωπίνης φρονήσεως συμπορευομένη. Ἀλλὰ καὶ ἐν τοῖς πειρασμοῖς τοῦ παρόντος αἰῶνος, ὧν μνείαν ποιήσωμεν ἐν συνεχείᾳ, ὁ Πατριάρχης ἵσταται ὡς φάρος τῆς ἀληθείας καὶ τῆς ἀγάπης. Οὐ γὰρ τῇ ἐπιστήμῃ ἀντιτάσσεται, ἀλλ’ αὐτὴν ἁγιάζει…».

orthodoxostypos