ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Τιμ. α’ 1-7
1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ᾿ ἐπιταγὴν Θεοῦ σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, 2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. 3 Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν 4 μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει· 5 τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου, 6 ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν, 7 θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιθ΄ 37-44
37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξατο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων 38 λέγοντες· εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις. 39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. 41 καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾿ αὐτῇ, λέγων 42 ὅτι εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην σου! νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου· 43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσί σε καὶ συνέξουσί σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ, ἀνθ᾿ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΙΑΚΩΒΟΣ Ο ΠΕΡΣΗΣ
Στίς 27 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου. Ὁ ἅγιος Ἰάκωβος ἔζησε στά τέλη τοῦ 4ου αἰώνα, ὅταν αὐτοκράτορες ἦταν ὁ Ὀνώριος καί ὁ Ἀρκάδιος, ἦταν δέ χριστιανός ἀπό τούς προγόνους του καί ἔζησε στήν χώρα τῶν Περσῶν. Καταγόταν ἀπό γένος ἔντιμο καί ὑπερήφανο, γιά τόν λόγο αὐτό ὁ βασιλιάς τῶν Περσῶν Ἰσδιγέρδης τόν ἀγαποῦσε καί τόν τιμοῦσε ἰδιαίτερα. Ἔτσι ὁ ἅγιος, ἐξ αἰτίας τῆς φιλίας καί τῆς ἀγάπης τοῦ βασιλέα, ἀρνήθηκε τόν Κύριο καί δέχθηκε τήν δυσσεβῆ πίστη του.Ὅταν ἡ μητέρα καί ἡ γυναίκα τοῦ ἁγίου Ἰακώβου ἔμαθαν τήν ἀλλαξοπιστία του τοῦ μήνυσαν ὅτι τόν θεωροῦσαν πιά ξένο καί ἀρνιόντουσαν ὁποιαδήποτε σχέση καί συγγένεια μαζί του, ἐπειδή ἀρνήθηκε τήν ἀγάπη τοῦ Χριστοῦ. Ὅταν τό ἔμαθε ὁ ἅγιος Ἰάκωβος λυπήθηκε πολύ καί ἀφοῦ ἀπομακρύνθηκε ἀπό τήν ἀσεβῆ πίστη τῶν Περσῶν ἔκλεγε γιά τό ἁμάρτημά του. Κατόπιν παρουσιάσθηκε στόν βασιλέα καί ὁμολόγησε μέ παρρησία ὅτι ἦταν χριστιανός καί ὅτι ἀρνιόταν κάθε σχέση μέ τήν δυσσεβῆ πίστη του. Τότε ὁ βασιλέας θύμωσε πολύ, διέταξε νά τοῦ κόψουν τά δύο πόδια καί τά δύο χέρια του καί ἔτσι ὁ ἅγιος ἔμεινε μόνο μέ τό κεφάλι καί τό σῶμα του. Ἔπειτα τοῦ ἀπέκοψαν καί τήν τιμία κεφαλή καί ἔτσι ὁ ἀοίδιμος μάρτυς τοῦ Χριστοῦ Ἰάκωβος ἔλαβε τόν ἀμάραντο στέφανο τοῦ μαρτυρίου καί ἀξιώθηκε καί τῆς οὐρανίου μακαριότητος.
Ἀπολυτίκιον
(Ἦχος δ’. Ταχὺ προκατάλαβε.)
Ὁ μάρτυς Ἰάκωβος, ὁ τῆς Περσίδος βλαστός, τὸν δόλιον δράκοντα, τοὶς τῶν αἱμάτων κρουνοῖς, ἀθλήσας ἀπέπνιξεν· πίστει γὰρ ἀληθείας, μεληδὸν τετμημένος, ὤφθη τροπαιοφόρος, τοῦ Σωτῆρος ὁπλίτης, πρεσβεύων ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Μεγαλυνάριον
Τίς σου τῆς ἀνδρείας τό εὐσταθές, ἐξείπῃ εἰκότως, καρτερόψυχε Ἀθλητά; μεληδόν γάρ ἅπαν, τμηθείς τό σῶμα ἔστης, Ἰάκωβε ὡς ἄκμων· διό δεδόξασαι.