Πέμπτη 14 Σεπτεμβρίου 2023

Ο ΑΓΙΟΣ ΒΗΣΣΑΡΙΩΝ ΕΠΙΣΚΟΠΟΣ ΛΑΡΙΣΗΣ

15 Σεπτεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. α΄ 1-3, 20 – β΄ 5

   1 Παῦλος, ἀπόστολος οὐκ ἀπ᾿ ἀνθρώπων, οὐδὲ δι᾿ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, 2 καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας· 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,

   20 ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ ὅτι οὐ ψεύδομαι. 21 ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. 22 ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ· 23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει, 24 καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸ Θεόν.

  β΄ 1 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον· 2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ᾿ ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον. 3 ἀλλ᾿ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι, 4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσωνται· 5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ς’ 45-53

  45 Καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον· 46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. 47 καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48 καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν· ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς· καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελε παρελθεῖν αὐτούς. 49 οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἔδοξαν φάντασμα εἶναι, καὶ ἀνέκραξαν· 50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. καὶ εὐθέως ἐλάλησε μετ᾿ αὐτῶν καὶ λέγει αὐτοῖς· θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. 51 καὶ ἀνέβη εἰς τὸ πλοῖον πρὸς αὐτούς, καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο καὶ ἐθαύμαζον. 52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλ᾿ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη. 53 Καὶ διαπεράσαντες ἀπῆλθον ἐπὶ τὴν γῆν Γεννησαρὲτ καὶ προσωρμίσθησαν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΒΗΣΣΑΡΙΩΝ ΕΠΙΣΚΟΠΟΣ ΛΑΡΙΣΗΣ

   Στίς 15 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Βησσαρίωνος, ἐπισκόπου Λαρίσης. Γεννήθηκε τό 1550 καί καταγόταν ἀπό ἕνα χωριό ὀνόματι μεγάλες Πύλες, στά ὅρια Μακεδονίας καί Θεσσαλίας. Σέ ἠλικία δέκα ἐτῶν ἐπεθύμησε τήν μοναχική ζωή καί πῆγε στόν Μητροπολίτη Λαρίσης Μάρκο, γιά νά μαθητεύσει κοντά του. Μετά ἀπό μεγάλο διάστημα χειροτονήθηκε διάκονος, ἱερέας καί τέλος ἐπίσκοπος Δομένικου καί Ἐλλασῶνος. Τό ποίμνιό του ὅμως λόγῳ τοῦ ἐγωϊσμοῦ καί τῆς ἀμαθείας του δέν τόν δέχθηκε καί στή θέση τοῦ ἁγίου ἔγινε ἐπίσκοπος κάποιος ὀνόματι Νεόφυτος, ὁ ὁποῖος μετά θάνατον βρέθηκε ἄλυτος. Ὁ μακάριος Βησσαρίων δέν ἐνοχλήθηκε ἀπό τήν καταφρόνηση πού τοῦ ἔδειξαν, ἀλλά τήν χρησιμοποίησε ὡς ἀφορμή ἡσυχίας. Παρέμεινε κοντά στόν πνευματικό του πατέρα καί διακονοῦσε ὑλικά καί πνευματικά τούς πιστούς τῆς ἐκκλησίας Λαρίσης.

   Μετά ἀπό τέσσερα χρόνια χήρευσε ἡ μητρόπολη Σταγῶν καί τό ποίμνιό της ζήτησε τόν ἅγιο νά τήν ποιμάνει. Πράγματι ὁ μακάριος Βησσαρίων πῆγε καί παρέμεινε ἕξι ἔτη στόν τόπο ἐκεῖνο, ὑπέμεινε δέ πολλές ταλαιπωρίες καί ἐξορίες ἀπό κάποιον Δομέτιο. Κατόπιν ἐκοιμήθη ὁ Μάρκος Λαρίσης καί μετά ἀπό ἀπαίτηση κλήρου καί λαοῦ, ἔγινε ἐπίσκοπος ὁ ἅγιος Βησσαρίων. Ἡ προσφορά του στόν λαό τῆς περιοχῆς του εἶναι δύσκολο νά περιγραφεῖ. Ἀπελευθέρωσε σκλαβωμένους Ἕλληνες, βοηθοῦσε τούς φτωχούς, ἔχτισε γέφυρες καί μάλιστα μία γέφυρα στόν Ἀχελῶο, σέ μέρος πού κανείς νωρίτερα δέν τό εἶχε καταφέρει, λόγῳ τῶν ὁρμητικῶν νερῶν τοῦ ποταμοῦ. Συνέστησε περικαλλές μοναστῆρι τοῦ Σωτῆρος, μέ τήν βοήθεια τοῦ ἀδελφοῦ του, ἐπισκόπου Καππούης καί Φαναρίου. Ἐκοιμήθη εἰρηνικά, ἡ δέ ἁγία του κάρα εἶναι πολύ θαυματουργή, ἰδιαιτέρως δέ διώχνει τήν πανώλη.

πολυτίκιον
(Ἦχος δ΄. Κανόνα πίστεως.)

   Τῆς Πύλης τό βλάστημα, τῆς Θεσσαλίας φωστήρ, τῆς Τρίκκης τό σέμνωμα καί τῶν θαυμάτων πηγή, ἐδείχθης τρισόλβιε. Πᾶσαν δοκιμασίαν ἐν Χριστῷ ὑπομείνας, δόξῃ ἠγλαϊσμένος σύν ἀγγέλοις ἀγάλλῃ. Ἅγιε Βησσαρίων πανάριστε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.