ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Τιμ. δ΄ 9-22
9 Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· 11 Λουκᾶς ἐστι μόνος μετ᾿ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13 τὸν φαιλόνην, ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβάνας. 14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 15 ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. 16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· 17 ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι᾿ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος. 18 καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. 20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21 σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. 22 Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ᾿ ὑμῶν· ἀμήν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. ι΄ 11-16
11 Λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾿ αὐτήν· 12 καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ, μοιχᾶται. 13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. 14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 15 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατηυλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΘΕΜΙΣΤΟΚΛΗΣ
Στίς 21 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Θεμιστοκλῆ. Ὁ ἅγιος Θεμιστοκλῆς καταγόταν ἀπό τά Μύρα τῆς Λυκίας, ἔζησε στούς χρόνους τοῦ αὐτοκράτορα Δεκίου καί ἦταν βοσκός. Κάποτε ὁ ἄρχοντας τῆς περιοχῆς Ἀσκληπιός ξεκίνησε διωγμό κατά τῶν χριστιανῶν καί καταζητοῦσε τόν ἅγιο μάρτυρα Διοσκορίδη, ὁ ὁποῖος εἶχε καταφύγει στά ὄρη πού ποίμαινε τά πρόβατά του ὁ ἅγιος Θεμιστοκλῆς. Ὅταν οἱ ἄνθρωποι τοῦ ἄρχοντα συνάντησαν τόν Θεμιστοκλῆ καί τόν ρώτησαν ἐάν γνώριζε ποῦ βρισκόταν ὁ ἀοίδιμος Διοσκορίδης αὐτός γιά τόν μέν Διοσκορίδη ἀπέκρυψε τόν τόπο πού κρυβόταν γιά δέ τόν ἑαυτό του ἀποκάλυψε ὅτι εἶναι χριστιανός. Ἔτσι ὁδηγήθηκε στόν ἄρχοντα καί ὁμολόγησε μέ παρρησία ὅτι ὁ Χριστός εἶναι ὁ μόνος καί ἀληθινός Θεός, γι’ αὐτό τόν κτύπησαν ἀνελέητα στήν κοιλιά, μέ ἀποτέλεσμα νά σχισθῆ. Ἔπειτα τόν ἔσυραν πάνω σέ σιδερένια αἰχμηρά ἀντικείμενα, τά ὁποῖα καρφώθηκαν σέ ὅλο τό σῶμα του καί ἔτσι ὁ μακάριος Θεμιστοκλῆς παρέδωσε τήν ἁγία ψυχή του στόν Κύριο καί ἀξιώθηκε τῆς οὐρανίου βασιλείας.
Ἀπολυτίκιον
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἐναθλήσας ἀπτοήτῳ καρδίᾳ, κατηγωνίσω τὸν ἀρχέκακον ὄφιν, καὶ τὸν Χριστὸν ἐδόξασας τοῖς ἄθλοις σου· ὅθεν συνηρίθμησαι, τῶν Μαρτύρων τοῖς δήμοις, Θεμιστόκλεις ἔνδοξε, Ἀθλητὰ γενναιόφρον· μεθ’ ὧν δυσώπει πάντοτε Χριστόν, ἐλεηθῆναι τοὺς σὲ μακαρίζοντας.
Μεγαλυνάριον
Ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, Μάρτυς Θεμιστόκλεις, καὶ κατέβαλες τὸν ἐχθρόν· ὅθεν ἡμᾶς ῥῦσαι, τῆς τούτου ἐπηρείας, καὶ πάσης ἄλλης βλάβης, τῇ ἀντιλήψει σου.