Παρασκευή 9 Δεκεμβρίου 2022

Ο ΟΣΙΟΣ ΣΤΕΦΑΝΟΣ Ο ΝΕΟΛΑΜΠΗΣ

9 Δεκεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. δ’ 22-27

   22 Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. 23 ἀλλ᾿ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. 24 ἅτινά ἐστιν ἀλληγορούμενα. αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· 25 τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς· 26 ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. 27 γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. η’ 16-21

 

16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. 17 οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. 18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ. 19 Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 20 καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. 21 ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΣΤΕΦΑΝΟΣ Ο ΝΕΟΛΑΜΠΗΣ

Στίς 9 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ὁσίου Στεφάνου τοῦ νεολαμποῦς, τοῦ ἐν τῷ ἁγίῳ Ἀντίπᾳ κειμένου, ὁ ὁποῖος καταγόταν ἀπὸ τὴν Κωνσταντινούπολη καὶ ἔζησε τὸν 8ο αἰώνα.

Ὁ Συναξαριστὴς μᾶς πληροφορεῖ: «Ἀνατραφεὶς μετ᾽ εὐσεβείας, ποτισθεὶς τὰ νάματα τῆς Ὀρθοδοξίας, ἠγωνίσθη ὑπὲρ αὐτῆς θερμότατα καθ᾽ ὅν χρόνον ὁ βασιλεὺς Θεόφιλος ἐδίωκε τὴν ἐκκλησίαν και ἤγειρε βίαν καὶ διωγμὸν πολεμῶν τὰς ἁγίας εἰκόνας». Ὁ Πατριάρχης Μεθόδιος χειροτόνησε τὸν Στέφανο καὶ τὸν κατέταξε στὸν κλῆρο τῆς Ἀρχιεπισκοπῆς τῆς Κωνσταντινουπόλεως. Τὴν πατρική του περιουσία τὴν διέθεσε στὰ φιλανθρωπικὰ ἱδρύματα καὶ ἀφοσιώθηκε στὸ πνευματικὸ ἔργο τῆς Ἐκκλησίας. Κατοικοῦσε στὴν περιοχὴ τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγίου Ἀντίπα «ἔνθα καὶ προσήρχοντο πλεῖστοι ἐξ ὅλων τῶν τάξεων, ἑλκυόμενοι ἀπὸ τὴν φήμην του ἐπὶ τῇ ἀρετῇ καὶ διδακτικότητι». Ἐκοιμήθη ἐν Κυρίῳ σὲ ἡλικία ἑβδομήντα τριῶν ἐτῶν.

Πρωτ. Δ.Δ.Τ.