ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α’ Τιμ. α’ 18-20, β’ 8-15
18 Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, 19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν· 20 ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.
8 Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. 9 ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, 10 ἀλλ᾿ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾿ ἔργων ἀγαθῶν. 11 Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· 12 γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ᾿ εἶναι ἐν ἡσυχίᾳ. 13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα· 14 καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε· 15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. κα΄ 5-8, 10-11, 20-24
5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασι κεκόσμηται, εἶπε· 6 ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται. 7 ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· διδάσκαλε, πότε οὖν ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; 8 ὁ δὲ εἶπε· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικε. μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν.
10 τότε ἔλεγεν αὐτοῖς· ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, 11 σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπ᾿ οὐρανοῦ μεγάλα ἔσται.
20 ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. 21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, 22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσι τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα. 23 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ τότε ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ, 24 καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη, καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν ἄχρι πληρωθῶσι καιροὶ ἐθνῶν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΘΗΝΟΔΩΡΟΣ
Στίς 7 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Ἀθηνοδώρου. Ὁ ἅγιος Ἀθηνόδωρος καταγόταν ἀπό τήν Συρία τῆς Μεσοποταμίας, ἔζησε στούς χρόνους τοῦ αὐτοκράτορα Διοκλητιανοῦ καί ἀπό νεαρή ἡλικία ἔγινε μοναχός. Ὅταν κατηγορήθηκε στόν ἄρχοντα Ἐλεύσιο ὅτι εἶναι χριστιανός, ὁμολόγησε μέ παρρησία ὅτι ὁ Χριστός εἶναι ὁ μόνος καί ἀληθινός Θεός, γι’ αὐτό ὑποβλήθηκε σέ σκληρά βασανιστήρια. Στήν ἀρχή τόν τέντωσαν ἀνάμεσα σέ δύο στύλους καί τοῦ κατέκαυσαν ὅλο τό σῶμα μέ ἀναμμένες λαμπάδες, ἔπειτα τοῦ ἔβαλαν πυρακτωμένους σιδερένιους βώλους στίς μασχάλες καί ἀφοῦ τοῦ πέρασαν σιδερένια ἄγκιστρα στήν μύτη, τόν ἅπλωσαν πάνω σέ πυρακτωμένο χαλκό, ὅμως ἡ χάρις τοῦ Θεοῦ τόν προστάτεψε. Κατόπιν τόν ἔβαλαν μέσα σέ ἕνα πυρακτωμένο χάλκινο ταῦρο καί πάλι ὁ Θεός τόν διέσωσε. Οἱ ἐθνικοί συνέχισαν νά τόν ὑποβάλουν σέ φρικτά βασανιστήρια, ὅμως ἡ πρόνοια τοῦ Θεοῦ τόν προστάτευε· ἔτσι προσείλκυσε ὀγδόντα εἰδωλολάτρες στόν Χριστό. Γιά τόν λόγο αὐτό ὁ ἄρχοντας διέταξε νά τόν ἀποκεφαλίσουν. Ὅταν ὅμως ὁ δήμιος πῆγε νά τοῦ κόψη τήν κεφαλή ἔπεσε νεκρός. Ἔτσι κανείς δέν τολμοῦσε νά τόν πλησιάση. Τότε ὁ μάρτυς τοῦ Χριστοῦ Ἀθηνόδωρος, ἀφοῦ προσευχήθηκε στόν Κύριο, παρέδωσε τήν ψυχή του καί ἀξιώθηκε τῆς οὐρανίου βασιλείας.