ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Θεσ. β΄ 14-20
14 Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, 15 τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, 16 κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔφθασε δὲ ἐπ᾿ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. 17 Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ᾿ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. 18 διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ σατανᾶς. 19 τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; 20 ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ις’ 15-18, ιζ’ 1-4
15 Εἶπεν αὐτοῖς· ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ. 16 Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται. 17 εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. 18 Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει καὶ πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
ιζ΄ 1 Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι᾿ οὗ ἔρχεται. 2 λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. 3 προσέχετε ἑαυτοῖς. ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ· 4 καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σὲ καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ πρός σε λέγων, μετανοῶ, ἀφήσεις αὐτῷ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΡΩΜΑΝΟΣ
Στίς 18 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Ρωμανοῦ. Ἔζησε κατά τούς χρόνους τοῦ αὐτοκράτορα Μαξιμιανοῦ, τό 303. Κάποτε ὁ ἔπαρχος Ἀσκληπιάδης θέλησε νά μπεῖ στόν ναό τῶν εἰδώλων. Παρακινούμενος ἀπό θεῖο ζῆλο, ὁ ἅγιος τοῦ ἔλεγε ὅτι τά εἴδωλα δέν εἶναι θεοί. Γιά αύτή του τήν ὁμολογία τόν ἔδειραν στό στόμα, τόν κρέμασαν καί τόν ξέσχισαν. Τότε ζητᾶ ὁ ἅγιος Ρωμανός νά φέρουν ἕνα μικρό παιδί, γιά νά ἐλέγξει ἀκόμα περισσότερο τόν ἔπαρχο. Πράγματι στήν ἐρώτηση τοῦ ἐπάρχου, σέ ποιόν θεό πιστεύει, τό νήπιο ἀποκρίθηκε ὅτι στόν Θεό τῶν χριστιανῶν. Ἔδειραν τό παιδί, παρούσης τῆς μητέρας του, ὅταν δέ δίψασε καί ζήτησε νερό, ἡ εὐσεβής μητέρα του τό συμβούλευσε νά μήν πιεῖ ἀπό τό πρόσκαιρο καί φθαρτό νερό, ἀλλά νά ὑπομείνει γιά νά πάει νά πιεῖ ἀπό τό ζωντανό καί ἄφθαρτο νερό τῆς μακαριότητας. Ἐπειδή τό νήπιο ἔλεγχε τόν τύραννο, τό ξαναέδειραν, τό ἀποκεφάλισαν κι ἔτσι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου. Κατόπιν ἔκοψαν τήν γλώσσα τοῦ ἁγίου Ρωμανοῦ, ἀλλά παραδόξως ὁ ἅγιος ἐξακολουθοῦσε νά μιλᾶ ἀνεμπόδιστα. Τό θαύμα αὐτό ἀκούστηκε καί στόν αὐτοκράτορα Μαξιμιανό, γι’ αὐτό διέταξε κι ἔπνιξαν τόν ἅγιο μέσα στήν φυλακή. Με αὐτόν τόν τρόπο ἔλαβε ἀπό τόν Κύριο τόν ἀμάραντο στέφανο τῆς ἀθλήσεως.
Ἀπολυτίκιον
Ἦχος α’. Χορὸς Ἀγγελικός.
Δυὰς ἡ εὐκλεής, τῶν κλεινῶν Ἀθλοφόρων, ἐδόξασε λαμπρῶς, τὴν Ἁγίαν
Τριάδα, ὁ Πλάτων ὁ ἔνδοξος, Ρωμανὸς τε ὁ ἔνθεος, ἐναθλήσαντες, καὶ τὸν
ἐχθρὸν καθελόντες, ὅθεν πάντοτε, ὑπὲρ ἠμῶν δυσωπούσι, τὸν μόνον
Φιλάνθρωπον.
Μεγαλυνάριον
Πλάτος εὐσεβείας διατρανοῖ, Πλάτων ὁ θεόφρων, τῇ στενώσει τῶν αἰκισμῶν, πίστεως δέ ρώμην, ὁ Ρωμανός ἐκλάμπει, καί ἄμφω τό τοῦ Λόγου πάθος δοξάζουσιν.