Δευτέρα 7 Νοεμβρίου 2022

ΑΓΙΟΙ ΤΡΙΑΚΟΝΤΑ ΤΡΕΙΣ ΜΑΡΤΥΡΕΣ ΕΝ ΜΕΛΙΤΗΝῌ

 7 Νοεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Κλσ. β’ 13-20

   13 Καὶ ὑμᾶς, νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, 14 ἐξαλείψας τὸ καθ᾿ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ· 15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. 16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων, 17 ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ. 18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, 19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ. 20 Εἰ οὖν ἀπεθάνετε σὺν τῷ Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιβ’ 13-15, 22-31

   13 Εἶπε δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου· διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι τὴν κληρονομίαν μετ᾿ ἐμοῦ. 14 ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπε, τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ᾿ ὑμᾶς; 15 εἶπε δὲ πρὸς αὐτούς· ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.

   22 Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. 23 οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 24 κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; 25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 26 εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε· 30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων· 31 πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΙ ΤΡΙΑΚΟΝΤΑ ΤΡΕΙΣ ΜΑΡΤΥΡΕΣ ΕΝ ΜΕΛΙΤΗΝῌ

     Στίς 7 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων τριάκοντα τριῶν μαρτύρων τῶν ἐν Μελιτηνῇ, Ἱέρωνος καί τῶν λοιπῶν. Μαρτύρησαν ἐπί τῶν αὐτοκρατόρων Διοκλητιανοῦ καί Μαξιμιανοῦ, τό 290. Ὁ Ἱέρων ἦταν ἀνδρεῖος, μέ εὐγενική ψυχή, γεωργός στό ἐπάγγελμα. Οἱ εἰδωλολάτρες θέλησαν νά τόν συλλάβουν, ἀλλά δέν τά κατάφεραν. Παρουσιάστηκε λοιπόν αὐτοβούλως καί ὁμολόγησε μέ παρρησία τήν εὐσέβειά του καί τήν πίστη του στόν Χριστό. Ἔκοψαν τό δεξί του χέρι ἀπό τόν ἀγκῶνα. Οἱ ὑπόλοιποι ὁμολόγησαν τό ἴδιο θαρραλέα τήν προσήλωσή τους στήν χριστιανική πίστη, γι΄ αὐτό καί τούς ἔριξαν στή γῆ καί τούς ἔδειραν μέ βούνευρα. Τήν ἑπόμενη ἡμέρα τούς ξαναχτύπησαν μέ ραβδιά ἐπί πολλές ὧρες. Τέλος τούς ἀποκεφάλισαν ἔξω ἀπό τήν πόλη Μελιτηνή.

 

Ἀπολυτίκιον

(Ἦχος γ’. Θείας πίστεως.)


    Θείῳ Πνεύματι συντεταγμένοι, δῆμος ὤφθητε, τροπαιοφόροι ἀθλοφόροι τοῦ Σωτῆρος πανθαύμαστοι· ὁμοφροσύνῃ γὰρ γνώμης ἑνούμενοι, μαρτυρικῶς τὸν ἐχθρὸν ἐτροπώσασθε. Ἀλλ’ αἰτήσασθε τριάδα τὴν Ὑπερούσιον δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μεγαλυνάριον

   Χαίροις οὐρανία παρεμβολή, Μάρτυρες Κυρίου, οἱ τριάκοντα πρός τρισίν, οἱ τάς μυριάδας, ἐχθρῶν τῶν νοουμένων, ἀθλήσεως τοῖς ὅπλοις καταπαλαίσαντες.